Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, οὔτε ἐπὶ1 τῶν τετρακοσίων ἐγενόμην: ἢ τῶν κατηγόρων ὁ βουλόμενος παρελθὼν ἐλεγξάτω: οὐ τοίνυν οὐδ᾽ ἐπειδὴ οἱ τριάκοντα2 κατέστησαν, οὐδείς με ἀποδείξει οὔτε βουλεύσαντα οὔτε ἀρχὴν οὐδεμίαν ἄρξαντα. καίτοι εἰ μὲν ἐξόν μοι ἄρχειν μὴ ἐβουλόμην, ὑφ᾽ ὑμῶν νυνὶ τιμᾶσθαι δίκαιός εἰμι: εἰ δὲ οἱ τότε δυνάμενοι μὴ ἠξίουν μοι μεταδιδόναι τῶν πραγμάτων, πῶς ἂν φανερώτερον ἢ οὕτως ψευδομένους ἀποδείξαιμι τοὺς κατηγόρους;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.