previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νυκτὶ δ᾽ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον:
ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ᾽ ἐν Ὀλύμπῳ
Τιτήνων ἤνασσεν, δὲ Κρηταῖον ὑπ᾽ ἄντρον
Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ᾽ Ἰδαίοισιν,
1235Ῥείην ἐξαπαφών παρελέξατο: τοὺς δ᾽ ἐνὶ λέκτροις
τέτμε θεὰ μεσσηγύς: δ᾽ ἐξ εὐνῆς ἀνορούσας
ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ:
δ᾽ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα
Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν
1240ἦλθ᾽, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,
ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.
κεῖθεν δ᾽ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων
γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,
Βύζηράς τ᾽ ἐπὶ τοἵσιν: ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον
1245ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.
καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου.
καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι
ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν
ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς
1250αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.
τὸν μὲν ἐπ᾽ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ
νηὸς ὑπερπτάμενον νεφέων σχεδόν: ἀλλὰ καὶ ἔμπης
λαίφεα πάντ᾽ ἐτίναξε, παραιθύξας πτερύγεσσιν.
οὐ γὰρ᾽ ὅγ᾽ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,
1255ἶσα δ᾽ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς,
δηρὸν δ᾽. οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν
ἧπαρ ἀνελκομένοιο Προμηθέος: ἔκτυπε δ᾽ αἰθὴρ
οἰμωγῇ, μέσφ᾽ αὖτις ἀπ᾽ οὔρεος ἀίσσοντα
αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
1260ἐννύχιοι δ᾽ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο
Φᾶσίν τ᾽ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντοι
αὐτίκα δ᾽ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
ἱστοδόκης στείλαντες ἐκόσμεον: ἐν δὲ καὶ αὐτὸν
ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν: ὦκα δ᾽ ἐρετμοῖς
1265εἰσέλασαν ποταμοῖο μέγαν ῥόον: αὐτὰρ πάντῃ
καχλάζων ὑπόεικεν. ἔχον δ᾽ ἐπ᾽ ἀριστερὰ χειρῶν
Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,
ἔνθεν δ᾽ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τ᾽ ἄλση
τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων
1270πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.
αὐτὸς δ᾽ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς
γαίῃ τ᾽ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων
ἡρώων: γουνοῦτο δ᾽ ἀπήμονας εἶναι ἀρωγοὺς
1275εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.
αὐτίκα δ᾽ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν:
Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα
Φάσιδος: ὥρη δ᾽ ἧμιν ἐνὶ σφίσι μητιάασθαι,
εἴτ᾽ οὖν μειλιχίῃ πειρησόμεθ᾽ Αἰήταο,
1280εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SASPI´RES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: