previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φίλαι, μέγα δή τι παρήλιτον, οὐδ᾽ ἐνόησα
μὴ ἴμεν ἀλλοδαποῖσι μετ᾽ ἀνδράσιν, οἵ τ᾽ ἐπὶ γαῖαν
ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται
πᾶσα πόλις: τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν
895τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.
ἀλλ᾽ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,
εἰ δ᾽ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν
μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης
λεξάμεναι τότ᾽ ἔπειτ᾽ αὐτὴν ἀπονισσόμεθ᾽ ὥρην.
900καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ᾽ ἵκοισθε
ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.
Ἄργος γάρ μ᾽ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ
Χαλκιόπη: τὰ δὲ σῖγα νόῳ ἔχετ᾽ εἰσαΐουσαι
ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται.
905τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,
δῶρ᾽ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.
αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν
κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,
ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ
910δῶρα φέρων, τῷ δ᾽ αὖτε κακώτερον ἄλλο πόρωμεν
φάρμακον. ἀλλ᾽ ἀπονόσφι πέλεσθέ μοι, εὖτ᾽ ἂν ἵκηται.’
ὧς ηὔδα: πάσῃσι δ᾽ ἐπίκλοπος ἥνδανε μῆτις.
αὐτίκα δ᾽ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας
Ἄργος, ὅτ᾽ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν
915ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,
ἦγε διὲκ πεδίου: ἅμα δέ σφισιν εἵπετο Μόψος
Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν
οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.
ἔνθ᾽ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετ᾽ ἀνδρῶν,
920οὔθ᾽ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ᾽ ὅσοι ἄλλων
ἀθανάτων ἥρωες ἀφ᾽ αἵματος ἐβλάστησαν,
οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ
ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.
τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι
925λαμπόμενον χαρίτεσσιν: ἐγήθησεν δὲ κελεύθῳ
Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.
ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ
αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,
τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι.
930τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα
ὑψοῦ ἐπ᾽ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς:
Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδ᾽ ὅσα παῖδες ἴσασιν
οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν
οὔτ᾽ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο
935ἠιθέῳ, εὖτ᾽ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.
ἔρροις, κακόμαντι, κακοφραδές: οὔτε σε Κύπρις,
οὔτ᾽ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’
Ἴσκεν ἀτεμβομένη: μείδησε δὲ Μόψος ἀκούσας
ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τ᾽ ἔειπεν:
940τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην
δήεις, Αἰσονίδη: μάλα δ᾽ ἠπίῃ ἀντιβολήσεις
Κύπριδος ἐννεσίῃς, τοι συνέριθος ἀέθλων
ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς.
νῶι δ᾽, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτ᾽ ἂν ἵκηαι,
945τῷδ᾽ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθ᾽: οἰόθι δ᾽ αὐτὸς
λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: