previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. ιβ᾽. ΤΙΜΩΝ

1 [109] Ἀπολλωνίδης Νικαεὺς παρ᾽ ἡμῶν ἐν τῷ πρώτῳ τῶν Εἰς τοὺς Σίλλους ὑπομνήματι, προσφωνεῖ Τιβερίῳ Καίσαρι, φησὶ τὸν Τίμωνα εἶναι πατρὸς μὲν Τιμάρχου, Φλιάσιον δὲ τὸ γένος: νέον δὲ καταλειφθέντα χορεύειν, ἔπειτα κατα-

γνόντα ἀποδημῆσαι εἰς Μέγαρα πρὸς Στίλπωνα: κἀκείνῳ συνδιατρίψαντα αὖθις ἐπανελθεῖν οἴκαδε καὶ γῆμαι. εἶτα πρὸς Πύρρωνα εἰς Ἦλιν ἀποδημῆσαι μετὰ τῆς γυναικὸς κἀκεῖ διατρίβειν ἕως αὐτῷ παῖδες ἐγένοντο, ὧν τὸν μὲν πρεσβύτερον Ξάνθον ἐκάλεσε καὶ ἰατρικὴν ἐδίδαξε καὶ διάδοχον τοῦ βίου κατέλιπε. 2 [110] δ᾽ ἐλλόγιμος ἦν, ὡς καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ φησίν. ἀπορῶν μέντοι τροφῶν ἀπῆρεν εἰς τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα: ἐν Χαλκηδόνι τε σοφιστεύων ἐπὶ πλέον ἀποδοχῆς ἠξιώθη: ἐντεῦθέν τε πορισάμενος ἀπῆρεν εἰς Ἀθήνας, κἀκεῖ διέτριβε μέχρι καὶ τελευτῆς, ὀλίγον χρόνον εἰς Θήβας διαδραμών. ἐγνώσθη δὲ καὶ Ἀντιγόνῳ τῷ βασιλεῖ καὶ Πτολεμαίῳ τῷ Φιλαδέλφῳ, ὡς αὐτὸς ἐν τοῖς ἰάμβοις αὑτῷ μαρτυρεῖ.

Ἦν δέ, φησὶν Ἀντίγονος, καὶ φιλοπότης καὶ ἀπὸ τῶν φιλοσόφων εἰ σχολάζοι ποιήματα συνέγραφε καὶ ἔπη καὶ τραγῳδίας καὶ σατύρους καὶ δράματα κωμικὰ τριάκοντα, τὰ δὲ τραγικὰ ἑξήκοντα, σίλλους τε καὶ κιναίδους. 3 [111] φέρεται δ᾽ αὐτοῦ καὶ καταλογάδην βιβλία εἰς ἐπῶν τείνοντα μυριάδας δύο, ὧν καὶ Ἀντίγονος Καρύστιος μέμνηται, ἀναγεγραφὼς αὐτοῦ καὶ αὐτὸς τὸν βίον. τῶν δὲ σίλλων τρία ἐστίν, ἐν οἷς ὡς ἂν σκεπτικὸς ὢν πάντας λοιδορεῖ καὶ σιλλαίνει τοὺς δογματικοὺς ἐν παρῳδίας εἴδει. ὧν τὸ μὲν πρῶτον αὐτοδιήγητον ἔχει τὴν ἑρμηνείαν, τὸ δὲ δεύτερον καὶ τρίτον ἐν διαλόγου σχήματι. φαίνεται γοῦν ἀνακρίνων Ξενοφάνην τὸν Κολοφώνιον περὶ ἑκάστων, δ᾽ αὐτῷ διηγούμενός ἐστι: καὶ ἐν μὲν τῷ δευτέρῳ περὶ τῶν ἀρχαιοτέρων, ἐν δὲ τῷ τρίτῳ

περὶ τῶν ὑστέρων: ὅθεν δὴ αὐτῷ τινες καὶ Ἐπί- λογον ἐπέγραψαν. 4 [112] τὸ δὲ πρῶτον ταὐτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός ἐστιν ποίησις: ἀρχὴ δὲ αὐτῷ ἥδε,

ἕσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί.

Ἐτελεύτησε δ᾽ ἐγγὺς ἐτῶν ἐνενήκοντα, ὥς φησιν Ἀντίγονος καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ. τοῦτον ἐγὼ καὶ ἑτερόφθαλμον ἤκουσα, ἐπεὶ καὶ αὐτὸς αὑτὸν Κύκλωπα ἐκάλει. γέγονε καὶ ἕτερος Τίμων μισάνθρωπος.

δ᾽ οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράγμων, ὡς καὶ Ἀντίγονός φησι. λόγος γοῦν εἰπεῖν Ἱερώνυμον τὸν περιπατητικὸν ἐπ᾽ αὐτοῦ, "Ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ φεύγοντες τοξεύουσι καὶ οἱ διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ φεύγοντες, καθάπερ καὶ Τίμων."

5 [113] Ἦν δὲ καὶ ὀξὺς νοῆσαι καὶ διαμυκτηρίσαι: φιλογράμματός τε καὶ τοῖς ποιηταῖς μύθους γράψαι ἱκανὸς καὶ δράματα συνδιατιθέναι. μετεδίδου δὲ τῶν τραγῳδιῶν Ἀλεξάνδρῳ καὶ Ὁμήρῳ. θορυβούμενός θ᾽ ὑπὸ τῶν θεραπαινῶν καὶ κυνῶν ἐποίει μηδέν, σπουδάζων περὶ τὸ ἠρεμάζειν. φασὶ δὲ καὶ Ἄρατον πυθέσθαι αὐτοῦ πῶς τὴν Ὁμήρου ποίησιν ἀσφαλῆ κτήσαιτο, τὸν δὲ εἰπεῖν, "εἰ τοῖς ἀρχαίοις ἀντιγράφοις ἐντυγχάνοι καὶ μὴ τοῖς ἤδη διωρθωμένοις." εἰκῆ τε αὐτῷ ἔκειτο τὰ

ποιήματα, ἐνίοτε ἡμίβρωτα: 6 [114] ὥστε καὶ Ζωπύρῳ τῷ ῥήτορι ἀναγινώσκοντά τι ἐπιτυλίττειν καὶ κατὰ τὸ ἐπελθὸν διεξιέναι: ἐλθόντα τ᾽ ἐφ᾽ ἡμισείας, οὕτως εὑρεῖν τὸ ἀπόσπασμα τέως ἀγνοοῦντα. τοσοῦτον ἦν ἀδιάφορος. ἀλλὰ καὶ εὔρους : ὡς μηδ᾽ ἀριστᾶν συγχωρεῖν. φασὶ δ᾽ αὐτὸν Ἀρκεσίλαον θεασάμενον διὰ τῶν Κερκώπων ἰόντα, εἰπεῖν, "τί σὺ δεῦρο, ἔνθαπερ ἡμεῖς οἱ ἐλεύθεροι;" συνεχές τε ἐπιλέγειν εἰώθει πρὸς τοὺς τὰς αἰσθήσεις μετ᾽ ἐπιμαρτυροῦντος τοῦ νοῦ ἐγκρίνοντας,

συνῆλθεν Ἀτταγᾶς τε καὶ Νουμήνιος.

εἰώθει δὲ καὶ παίζειν τοιαῦτα. πρὸς οὖν τὸν θαυμάζοντα πάντα ἔφη, "τί δ᾽ οὐ θαυμάζεις ὅτι τρεῖς ὄντες τέτταρας ἔχομεν ὀφθαλμούς;" ἦν δ᾽ αὐτός τε ἑτερόφθαλμος καὶ Διοσκουρίδης μαθητὴς αὐτοῦ, καὶ πρὸς ὃν ἔλεγεν ὑγιής. 7 [115] ἐρωτηθεὶς δέ ποθ᾽ ὑπὸ τοῦ Ἀρκεσιλάου διὰ τί παρείη ἐκ Θηβῶν, ἔφη, "ἵν᾽ ὑμᾶς ἀναπεπταμένους ὁρῶν γελῶ." ὅμως δὲ καθαπτόμενος Ἀρκεσιλάου ἐν τοῖς σίλλοις ἐπῄνεκεν αὐτὸν ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάου περιδείπνῳ.

Τούτου διάδοχος, ὡς μὲν Μηνόδοτός φησι, γέγονεν οὐδείς, ἀλλὰ διέλιπεν ἀγωγὴ ἕως αὐτὴν Πτολεμαῖος Κυρηναῖος ἀνεκτήσατο. ὡς δ᾽ Ἱππόβοτός φησι καὶ Σωτίων, διήκουσαν αὐτοῦ Διοσκουρίδης Κύπριος καὶ Νικόλοχος Ῥόδιος καὶ Εὐφράνωρ Σελευκεὺς Πραΰλους τ᾽ ἀπὸ Τρωάδος,

ὃς οὕτω καρτερικὸς ἐγένετο, καθά φησι Φύλαρχος ἱστορῶν, ὥστ᾽ ἀδίκως ὑπομεῖναι ὡς ἐπὶ προδοσίᾳ κολασθῆναι, μηδὲ λόγου τοὺς πολίτας καταξιώσας.

8 [116] Εὐφράνορος δὲ διήκουσεν Εὔβουλος Ἀλεξανδρεύς, οὗ Πτολεμαῖος, οὗ Σαρπηδὼν καὶ Ἡρακλείδης, Ἡρακλείδου δ᾽ Αἰνεσίδημος Κνώσιος, ὃς καὶ Πυρρωνείων λόγων ὀκτὼ συνέγραψε βιβλία: οὗ Ζεύξιππος πολίτης, οὗ Ζεῦξις Γωνιόπους, οὗ Ἀντίοχος Λαοδικεὺς ἀπὸ Λύκου: τούτου δὲ Μηνόδοτος Νικομηδεύς, ἰατρὸς ἐμπειρικός, καὶ Θειωδᾶς Λαοδικεύς: Μηνοδότου δὲ Ἡρόδοτος Ἀριέως Ταρσεύς: Ἡροδότου δὲ διήκουσε Σέξτος ἐμπειρικός, οὗ καὶ τὰ δέκα τῶν Σκεπτικῶν καὶ ἄλλα κάλλιστα: Σέξτου δὲ διήκουσε Σατορνῖνος Κυθηνᾶς, ἐμπειρικὸς καὶ αὐτός.

1 109

2 110

3 111

4 112

5 113

6 114

7 115

8 116

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: