previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰάσων
μῖσος, μέγιστον ἐχθίστη γύναι
θεοῖς τε κἀμοὶ παντί τ᾽ ἀνθρώπων γένει,
1325ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
ἔτλης τεκοῦσα κἄμ᾽ ἄπαιδ᾽ ἀπώλεσας.
καὶ ταῦτα δράσασ᾽ ἥλιόν τε προσβλέπεις
καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον;
ὄλοι᾽. ἐγὼ δὲ νῦν φρονῶ, τότ᾽ οὐ φρονῶν,
1330ὅτ᾽ ἐκ δόμων σε βαρβάρου τ᾽ ἀπὸ χθονὸς
Ἕλλην᾽ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
πατρός τε καὶ γῆς προδότιν σ᾽ ἐθρέψατο.
τὸν σὸν δ᾽ ἀλάστορ᾽ εἰς ἔμ᾽ ἔσκηψαν θεοί:
κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
1335τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
ἤρξω μὲν ἐκ τοιῶνδε: νυμφευθεῖσα δὲ
παρ᾽ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
εὐνῆς ἕκατι καὶ λέχους σφ᾽ ἀπώλεσας.
οὐκ ἔστιν ἥτις τοῦτ᾽ ἂν Ἑλληνὶς γυνὴ
1340ἔτλη ποθ᾽, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ
γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ᾽ ἐμοί,
λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
ἀλλ᾽ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσιν
1345δάκοιμι: τοιόνδ᾽ ἐμπέφυκέ σοι θράσος:
ἔρρ᾽, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε.
ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον᾽ αἰάζειν πάρα,
ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
1350ἕξω προσειπεῖν ζῶντας ἀλλ᾽ ἀπώλεσα.

Μήδεια
μακρὰν ἂν ἐξέτεινα τοῖσδ᾽ ἐναντίον
λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
οἷ᾽ ἐξ ἐμοῦ πέπονθας οἷά τ᾽ εἰργάσω:
σὺ δ᾽ οὐκ ἔμελλες τἄμ᾽ ἀτιμάσας λέχη
1355τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοὶ
οὐδ᾽ τύραννος, οὐδ᾽ σοι προσθεὶς γάμους
Κρέων ἀνατεὶ τῆσδέ μ᾽ ἐκβαλεῖν χθονός.
πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
καὶ Σκύλλαν Τυρσηνὸν ᾤκησεν πέτραν:
1360τῆς σῆς γὰρ ὡς χρῆν καρδίας ἀνθηψάμην.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: