previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ᾽ ἥκει λόγος:
σοὶ μὲν πόλις θ᾽ ἥδ᾽ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ᾽ ὄνησις καὶ φίλων συνουσία,
255ἐγὼ δ᾽ ἔρημος ἄπολις οὖσ᾽ ὑβρίζομαι
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
οὐ μητέρ᾽, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
μεθορμίσασθαι τῆσδ᾽ ἔχουσα συμφορᾶς.
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
260ἤν μοι πόρος τις μηχανή τ᾽ ἐξευρεθῇ
πόσιν δίκην τῶνδ᾽ ἀντιτείσασθαι κακῶν
[τὸν δόντα τ᾽ αὐτῷ θυγατέρ᾽ τ᾽ ἐγήματο],
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
κακή τ᾽ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν:
265ὅταν δ᾽ ἐς εὐνὴν ἠδικημένη κυρῇ,
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.

Χορός
δράσω τάδ᾽: ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
Μήδεια. πενθεῖν δ᾽ οὔ σε θαυμάζω τύχας.
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ᾽ ἄνακτα γῆς,
270στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.

Κρέων
σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
Μήδει᾽, ἀνεῖπον τῆσδε γῆς ἔξω περᾶν
φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα,
καὶ μή τι μέλλειν: ὡς ἐγὼ βραβεὺς λόγου
275τοῦδ᾽ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.

Μήδεια
αἰαῖ: πανώλης τάλαιν᾽ ἀπόλλυμαι:
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
280ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ᾽ ὅμως:
τίνος μ᾽ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;

Κρέων
δέδοικά σ᾽οὐδὲν δεῖ παραμπίσχειν λόγους
μή μοί τι δράσῃς παῖδ᾽ ἀνήκεστον κακόν.
συμβάλλεται δὲ πολλὰ τοῦδε δείγματα:
285σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,
λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
κλύω δ᾽ ἀπειλεῖν σ᾽, ὡς ἀπαγγέλλουσί μοι,
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
δράσειν τι. ταῦτ᾽ οὖν πρὶν παθεῖν φυλάξομαι.
290κρεῖσσον δέ μοι νῦν πρός σ᾽ ἀπεχθέσθαι, γύναι,
μαλθακισθένθ᾽ ὕστερον μεταστένειν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: