previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅρκων δὲ φρούδη πίστις, οὐδ᾽ ἔχω μαθεῖν
εἰ θεοὺς νομίζεις τοὺς τότ᾽ οὐκ ἄρχειν ἔτι
καινὰ κεῖσθαι θέσμι᾽ ἀνθρώποις τὰ νῦν,
495ἐπεὶ σύνοισθά γ᾽ εἰς ἔμ᾽ οὐκ εὔορκος ὤν.
φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ᾽ ἐλαμβάνου
καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα
κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ᾽ ἡμάρτομεν.

ἄγ᾽, ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι
500δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;
ὅμως δ᾽, ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ):
νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
πρὸς ταλαίνας Πελιάδας; καλῶς γ᾽ ἂν οὖν
505δέξαιντό μ᾽ οἴκοις ὧν πατέρα κατέκτανον.
ἔχει γὰρ οὕτω: τοῖς μὲν οἴκοθεν φίλοις
ἐχθρὰ καθέστηχ᾽, οὓς δέ μ᾽ οὐκ ἐχρῆν κακῶς
δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
510ἔθηκας ἀντὶ τῶνδε: θαυμαστὸν δέ σε
ἔχω πόσιν καὶ πιστὸν τάλαιν᾽ ἐγώ,
εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις:
καλόν γ᾽ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
515πτωχοὺς ἀλᾶσθαι παῖδας τ᾽ ἔσωσά σε.

Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος
τεκμήρι᾽ ἀνθρώποισιν ὤπασας σαφῆ,
ἀνδρῶν δ᾽ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;

Χορός
520δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,
ὅταν φίλοι φίλοισι συμβάλωσ᾽ ἔριν.

hide References (3 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Appendix
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: