previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

545

τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
ἔλεξ᾽: ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
δ᾽ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
550καὶ παισὶ τοῖς ἐμοῖσινἀλλ᾽ ἔχ᾽ ἥσυχος.
ἐπεὶ μετέστην δεῦρ᾽ Ἰωλκίας χθονὸς
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
τί τοῦδ᾽ ἂν εὕρημ᾽ ηὗρον εὐτυχέστερον
παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
555οὐχ, σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος
καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος
οὐδ᾽ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων:
ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι:
ἀλλ᾽ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
560καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλον,
παῖδας δὲ θρέψαιμ᾽ ἀξίως δόμων ἐμῶν
σπείρας τ᾽ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος
565εὐδαιμονοίην. σοί τε γὰρ παίδων τί δεῖ;
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
τὰ ζῶντ᾽ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
οὐδ᾽ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
ἀλλ᾽ ἐς τοσοῦτον ἥκεθ᾽ ὥστ᾽ ὀρθουμένης
570εὐνῆς γυναῖκες πάντ᾽ ἔχειν νομίζετε,
ἢν δ᾽ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
τίθεσθε. χρῆν τἄρ᾽ ἄλλοθέν ποθεν βροτοὺς
παῖδας τεκνοῦσθαι, θῆλυ δ᾽ οὐκ εἶναι γένος:
575χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.

Χορός
Ἰᾶσον, εὖ μὲν τούσδ᾽ ἐκόσμησας λόγους:
ὅμως δ᾽ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.

Μήδεια
πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν:
580ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν
πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει:
γλώσσῃ γὰρ αὐχῶν τἄδικ᾽ εὖ περιστελεῖν
τολμᾷ πανουργεῖν: ἔστι δ᾽ οὐκ ἄγαν σοφός.
ὡς καὶ σύ: μή νυν εἰς ἔμ᾽ εὐσχήμων γένῃ
585λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ᾽ ἔπος:
χρῆν σ᾽, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
γαμεῖν γάμον τόνδ᾽, ἀλλὰ μὴ σιγῇ φίλων.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: