Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
835τοῦ καλλινάου τ᾽ ἐπὶ Κηφισοῦ ῥοαῖς
τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν
χώρας καταπνεῦσαι μετρίους ἀνέμων
840ἀέρας ἡδυπνόους: αἰεὶ δ᾽ ἐπιβαλλομέναν
χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας,
845παντοίας ἀρετᾶς ξυνεργούς.