previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ
οὐδ᾽ ἢν δίκαιον τι καὶ νικῶ λόγῳ;

Δημοφῶν
καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;

Κῆρυξ
255οὔκουν ἐμοὶ τόδ᾽ αἰσχρὸν ἀλλ᾽ <οὐ> σοὶ βλάβος;

Δημοφῶν
ἐμοί γ᾽, ἐάν σοι τούσδ᾽ ἐφέλκεσθαι μεθῶ.

Κῆρυξ
σὺ δ᾽ ἐξόριζε, κᾆτ᾽ ἐκεῖθεν ἄξομεν.

Δημοφῶν
σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

Κῆρυξ
δεῦρ᾽, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

Δημοφῶν
260ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.

Κῆρυξ
ταῦτ᾽ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

Δημοφῶν
οὔκουν ἐγὼ τῶν ἐνθάδ᾽ εἰμὶ κύριος;

Κῆρυξ
βλάπτων <γ᾽> ἐκείνους μηδὲν ἢν σὺ σωφρονῇς.

Δημοφῶν
βλάπτεσθ᾽, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

Κῆρυξ
265οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

Δημοφῶν
κἀγὼ τοιοῦτος: τῶνδε δ᾽ οὐ μεθήσομαι.

Κῆρυξ
ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

Δημοφῶν
οὐκ ἆρ᾽ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.

Κῆρυξ
πειρώμενος δὴ τοῦτό γ᾽ αὐτίκ᾽ εἴσομαι.

Δημοφῶν
270κλαίων ἄρ᾽ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.

Χορός
μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.

Δημοφῶν
εἰ μή γ᾽ κῆρυξ σωφρονεῖν μαθήσεται.

Χορός
ἄπελθε: καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.

Κῆρυξ
στείχω: μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
275ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με
μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ᾽ ἄναξ
αὐτὸς στρατηγῶν: Ἀλκάθου δ᾽ ἐπ᾽ ἐσχάτοις
καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
280λαμπρὸς δ᾽ ἀκούσας σὴν ὕβριν φανήσεται
σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς:
μάτην γὰρ ἥβην ὧδέ γ᾽ ἂν κεκτῄμεθα
πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.

Δημοφῶν
φθείρου: τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ᾽ ἐγώ.
285ἐνθένδε δ᾽ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
ἄξειν βίᾳ τούσδ᾽: οὐ γὰρ Ἀργείων πόλιν
ὑπήκοον τήνδ᾽ ἀλλ᾽ ἐλευθέραν ἔχω.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: