previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλκμήνη
Ζεῦ, χρόνῳ μὲν τἄμ᾽ ἐπεσκέψω κακά,
870χάριν δ᾽ ὅμως σοι τῶν πεπραγμένων ἔχω:
καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσ᾽ ἐγὼ
θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.

τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
875Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
ὄψεσθε, κλήρους δ᾽ ἐμβατεύσετε χθονὸς
καὶ θεοῖς πατρῴοις θύσεθ᾽, ὧν ἀπειργμένοι
ξένοι πλανήτην εἴχετ᾽ ἄθλιον βίον.

ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
880Εὐρυσθέως ἐφείσαθ᾽ ὥστε μὴ κτανεῖν;
λέξον: παρ᾽ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.

Ἄγγελος
τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
ταρβοῦντα καὶ σῇ δεσποτούμενον χερί.
885οὐ μὴν ἑκόντα γ᾽ αὐτόν, ἀλλὰ πρὸς βίαν
ἔζευξ᾽ ἀνάγκῃ: καὶ γὰρ οὐκ ἐβούλετο
ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

ἀλλ᾽, γεραιά, χαῖρε καὶ μέμνησό μοι
πρῶτον εἶπας, ἡνίκ᾽ ἠρχόμην λόγου,
890ἐλευθερώσειν μ᾽: ἐν δὲ τοῖς τοιοῖσδε χρὴ
ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: