Ἄδραστος
οὔτοι δικαστήν σ᾽ εἱλόμην ἐμῶν κακῶν
οὐδ᾽, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
255τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
ἀλλ᾽ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,
στέργειν ἀνάγκη τοῖσι σοῖς: τί γὰρ πάθω;
ἄγ᾽, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
260θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
Δήμητρα θέμεναι μάρτυρ᾽ ἡλίου τε φῶς,
ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
Χορός
...
ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ᾽ ἡμεῖς χθονὸς
ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
265τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
μὴ δῆτ᾽: ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
ἔπτηξε χειμασθεῖσα: τῶν γὰρ ἐν βροτοῖς
270οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.