previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλ᾽, μάταιοι, γνῶτε τἀνθρώπων κακά:
550παλαίσμαθ᾽ ἡμῶν βίος: εὐτυχοῦσι δὲ
οἳ μὲν τάχ᾽, οἳ δ᾽ ἐσαῦθις, οἳ δ᾽ ἤδη βροτῶν,
τρυφᾷ δ᾽ δαίμων: πρός τε γὰρ τοῦ δυστυχοῦς,
ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
τ᾽ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
555ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
ἀδικεῖν τε τοιαῦθ᾽ οἷα μὴ βλάψαι πόλιν.
πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
560 δῆλα τἀνθένδ᾽: εἶμι καὶ θάψω βίᾳ.
οὐ γάρ ποτ᾽ εἰς Ἕλληνας ἐξοισθήσεται
ὡς εἰς ἔμ᾽ ἐλθὼν καὶ πόλιν Πανδίονος
νόμος παλαιὸς δαιμόνων διεφθάρη.

Χορός

θάρσει: τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
565πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.

Κῆρυξ

βούλῃ συνάψω μῦθον ἐν βραχεῖσέθεν†;

Θησεύς

λέγ᾽, εἴ τι βούλῃ: καὶ γὰρ οὐ σιγηλὸς εἶ.

Κῆρυξ

οὐκ ἄν ποτ᾽ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.

Θησεύς

κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.

Κῆρυξ

570κλύοιμ᾽ ἄν: οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.

Θησεύς

θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.

Κῆρυξ

ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.

Θησεύς

πολλοὺς ἔτλην δὴχἁτέρους ἄλλους πόνους†.

Κῆρυξ

πᾶσιν οὖν σ᾽ ἔφυσεν ἐξαρκεῖν πατήρ;

Θησεύς

575ὅσοι γ᾽ ὑβρισταί: χρηστὰ δ᾽ οὐ κολάζομεν.

Κῆρυξ

πράσσειν σὺ πόλλ᾽ εἴωθας τε σὴ πόλις.

Θησεύς

τοιγὰρ πονοῦσα πολλὰ πόλλ᾽ εὐδαιμονεῖ.

Κῆρυξ

ἔλθ᾽, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.

Θησεύς

τίς δ᾽ ἐκ δράκοντος θοῦρος ἂν γένοιτ᾽ Ἄρης;

Κῆρυξ

580γνώσῃ σὺ πάσχων: νῦν δ᾽ ἔτ᾽ εἶ νεανίας.

Θησεύς

οὔτοι μ᾽ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας
τοῖς σοῖσι κόμποις: ἀλλ᾽ ἀποστέλλου χθονός,
λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
περαίνομεν γὰρ οὐδέν.
ὁρμᾶσθαι χρεὼν
585πάντ᾽ ἄνδρ᾽ ὁπλίτην ἁρμάτων τ᾽ ἐπεμβάτην,
μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
590αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
στρατηλατήσω καινὸς ἐν καινῷ δορί.
ἓν δεῖ μόνον μοι: τοὺς θεοὺς ἔχειν, ὅσοι
595δίκην σέβονται: ταῦτα γὰρ ξυνόνθ᾽ ὁμοῦ
νίκην δίδωσιν. ἁρετὴ δ᾽ οὐδὲν λέγει
βροτοῖσιν, μὴ τὸν θεὸν χρῄζοντ᾽ ἔχῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: