previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κοὐδὲν Κρέων τοῖσδ᾽ ἀντεκήρυξεν λόγοις,
ἀλλ᾽ ἧστ᾽ ἐφ᾽ ὅπλοις σῖγα. ποιμένες δ᾽ ὄχων
675τετραόρων κατῆρχον ἐντεῦθεν μάχης:
πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
χοἳ μὲν σιδήρῳ διεμάχονθ᾽, οἳ δ᾽ ἔστρεφον
πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
680ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
οἵ τ᾽ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
λεύσσων δὲ ταῦτα κοὐ κλύωνἐκεῖ γὰρ
685ἔνθ᾽ ἅρματ᾽ ἠγωνίζεθ᾽ οἵ τ᾽ ἐπεμβάται
τἀκεῖ παρόντα πολλὰ πήματ᾽, οὐκ ἔχω
τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
τοὺς ἄνω τε καὶ κάτω φορουμένους
690ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,
τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
πρὸς ἁρμάτων τ᾽ ἀγαῖσι λειπόντων βίον;
νικῶντα δ᾽ ἵπποις ὡς ὑπείδετο στρατὸν
695Κρέων τὸν ἐνθένδ᾽, ἰτέαν λαβὼν χερὶ
χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
καὶ συμπατάξαντες μέσον πάντα στρατὸν
700ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων
κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ:
Θεῖν᾽: ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
καὶ μὴν τὰ Θησέως γ᾽ οὐκ ὄκνῳ διεφθάρη,
ἀλλ᾽ ἵετ᾽ εὐθὺς λάμπρ᾽ ἀναρπάσας ὅπλα:
λόχος δ᾽ ὀδόντων ὄφεος ἐξηνδρωμένος
δεινὸς παλαιστὴς ἦν: ἔκλινε γὰρ κέρας
705τὸ λαιὸν ἡμῶν: δεξιοῦ δ᾽ ἡσσώμενον
φεύγει τὸ κείνων: ἦν δ᾽ ἀγὼν ἰσόρροπος.
κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν:
οὐ γὰρ τὸ νικῶν τοῦτ᾽ ἐκέρδαινεν μόνον,
ἀλλ᾽ ᾤχετ᾽ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
710ἔρρηξε δ᾽ αὐδήν, ὥσθ᾽ ὑπηχῆσαι χθόνα:
παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
σπαρτῶν τόδ᾽ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
θάρσος δ᾽ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
αὐτός θ᾽ ὅπλισμα τοὐπιδαύριον λαβὼν
715δεινῆς κορύνης διαφέρων ἐσφενδόνα
ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,
κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
ἐγὼ δ᾽ ἀνηλάλαξα κἀνωρχησάμην
720κἄκρουσα χεῖρας. οἳ δ᾽ ἔτεινον ἐς πύλας.
βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
νέων γερόντων, ἱερά τ᾽ ἐξεπίμπλασαν
φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
Θησεὺς ἐπέσχεν: οὐ γὰρ ὡς πέρσων πόλιν
725μολεῖν ἔφασκεν, ἀλλ᾽ ἀπαιτήσων νεκρούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: