previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Προφῆτις

1320ἐπίσχες, παῖ: τρίποδα γὰρ χρηστήριον
λιποῦσα θριγκοῦ τοῦδ᾽ ὑπερβάλλω πόδα
Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.

Ἴων

χαῖρ᾽, φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.

Προφῆτις

1325ἀλλ᾽ οὖν λεγώμεθ᾽: φάτις δ᾽ οὔ μοι πικρά.

Ἴων

ἤκουσας ὥς μ᾽ ἔκτεινεν ἥδε μηχαναῖς;

Προφῆτις

ἤκουσα: καὶ σὺ δ᾽ ὠμὸς ὢν ἁμαρτάνεις.

Ἴων

οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;

Προφῆτις

προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.

Ἴων

1330ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.

Προφῆτις

μὴ ταῦτα: λείπων ἱερὰ καὶ στείχων πάτραν

Ἴων

τί δή με δρᾶσαι νουθετούμενον χρεών;

Προφῆτις

καθαρὸς Ἀθήνας ἔλθ᾽ ὑπ᾽ οἰωνῶν καλῶν.

Ἴων

καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.

Προφῆτις

1335μὴ σύ γε: παρ᾽ ἡμῶν δ᾽ ἔκλαβ᾽ οὓς ἔχω λόγους.

Ἴων

λέγοις ἄν: εὔνους δ᾽ οὖσ᾽ ἐρεῖς ὅσ᾽ ἂν λέγῃς.

Προφῆτις

ὁρᾷς τόδ᾽ ἄγγος χερὸς ὑπ᾽ ἀγκάλαις ἐμαῖς;

Ἴων

ὁρῶ παλαιὰν ἀντίπηγ᾽ ἐν στέμμασιν.

Προφῆτις

ἐν τῇδέ σ᾽ ἔλαβον νεόγονον βρέφος ποτέ.

Ἴων

1340τί φῄς; μῦθος εἰσενήνεκται νέος.

Προφῆτις

σιγῇ γὰρ εἶχον αὐτά: νῦν δὲ δείκνυμεν.

Ἴων

πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσ᾽ ἡμᾶς πάλαι;

Προφῆτις

θεός σ᾽ ἐβούλετ᾽ ἐν δόμοις ἔχειν λάτριν.

Ἴων

νῦν δ᾽ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή;

Προφῆτις

1345πατέρα κατειπὼν τῆσδέ σ᾽ ἐκπέμπει χθονός.

Ἴων

σὺ δ᾽ ἐκ κελευσμῶν πόθεν σῴζεις τάδε;

Προφῆτις

ἐνθύμιόν μοι τότε τίθησι Λοξίας

Ἴων

τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.

Προφῆτις

σῶσαι τόδ᾽ εὕρημ᾽ ἐς τὸν ὄντα νῦν χρόνον.

Ἴων

1350ἔχει δέ μοι τί κέρδος τίνα βλάβην;

Προφῆτις

ἐνθάδε κέκρυπται σπάργαν᾽ οἷς ἐνῆσθα σύ.

Ἴων

μητρὸς τάδ᾽ ἡμῖν ἐκφέρεις ζητήματα;

Προφῆτις

ἐπεί γ᾽ δαίμων βούλεται: πάροιθε δ᾽ οὔ.

Ἴων

μακαρίων μοι φασμάτων ἥδ᾽ ἡμέρα.

Προφῆτις

1355λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.

Ἴων

πᾶσάν γ᾽ ἐπελθὼν Ἀσιάδ᾽ Εὐρώπης θ᾽ ὅρους.

Προφῆτις

γνώσῃ τάδ᾽ αὐτός. τοῦ θεοῦ δ᾽ ἕκατί σε
ἔθρεψά τ᾽, παῖ, καὶ τάδ᾽ ἀποδίδωμί σοι,
κεῖνος ἀκέλευστόν μ᾽ ἐβουλήθη λαβεῖν
1360σῶσαί θ᾽: ὅτου δ᾽ ἐβούλεθ᾽ οὕνεκ᾽, οὐκ ἔχω λέγειν.
ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
ἔχοντας ἡμᾶς, οὐδ᾽ ἵν᾽ ἦν κεκρυμμένα.
καὶ χαῖρ᾽: ἴσον γάρ σ᾽ ὡς τεκοῦσ᾽ ἀσπάζομαι.
ἄρξαι δ᾽ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή:
1365πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε
ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
ἔπειτα δ᾽ εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δ᾽ ἔχεις
ἅπαντα Φοίβου θ᾽, ὃς μετέσχε τῆς τύχης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1325
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: