Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κρέουσα
Κρέουσα
ὦ ψυχά, πῶς σιγάσω;
860πῶς δὲ σκοτίας ἀναφήνω
εὐνάς, αἰδοῦς δ᾽ ἀπολειφθῶ;
τί γὰρ ἐμπόδιον κώλυμ᾽ ἔτι μοι;
πρὸς τίν᾽ ἀγῶνας τιθέμεσθ᾽ ἀρετῆς;
οὐ πόσις ἡμῶν προδότης γέγονεν,
865στέρομαι δ᾽ οἴκων, στέρομαι παίδων,
φροῦδαι δ᾽ ἐλπίδες, ἃς διαθέσθαι
χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
σιγῶσα γάμους,
σιγῶσα τόκους πολυκλαύτους;
870ἀλλ᾽ οὐ τὸ Διὸς πολύαστρον ἕδος
καὶ τὴν ἐπ᾽ ἐμοῖς σκοπέλοισι θεὰν
λίμνης τ᾽ ἐνύδρου Τριτωνιάδος
πότνιαν ἀκτάν,
οὐκέτι κρύψω λέχος, ὡς στέρνων
875ἀπονησαμένη ῥᾴων ἔσομαι.
στάζουσι κόραι δακρύοισιν ἐμαί,
ψυχὴ δ᾽ ἀλγεῖ κακοβουλευθεῖσ᾽
ἔκ τ᾽ ἀνθρώπων ἔκ τ᾽ ἀθανάτων,
οὓς ἀποδείξω
880λέκτρων προδότας ἀχαρίστους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.