previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ῥῆσος

τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
πρᾶξαι παρέξωσὺν δ᾽ Ἀδραστείᾳ λέγω
ἐπειδἂν ἐχθρῶν τήνδ᾽ ἐλευθέραν πόλιν
470θῶμεν θεοῖσί τ᾽ ἀκροθίνι᾽ ἐξέλῃς,
ξὺν σοὶ στρατεύειν γῆν ἐπ᾽ Ἀργείων θέλω
καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ᾽ ἐκπέρσαι δορί,
ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.

Ἕκτωρ

εἰ τοῦ παρόντος τοῦδ᾽ ἀπαλλαχθεὶς κακοῦ
475πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ᾽ ἀσφαλῆ,
κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
τὰ δ᾽ ἀμφί τ᾽ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
οὐχ ὧδε πορθεῖν ῥᾴδι᾽, ὡς λέγεις, δορί.

Ῥῆσος

οὐ τούσδ᾽ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;

Ἕκτωρ

480κοὐ μεμφόμεσθά γ᾽, ἀλλ᾽ ἄδην ἐλαύνομεν.

Ῥῆσος

οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;

Ἕκτωρ

μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.

Ῥῆσος

ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.

Ἕκτωρ

πολλῆς γὰρ ἄρχω κἀνθάδ᾽ ὢν τυραννίδος.
485ἀλλ᾽ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
εἴτ᾽ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: