Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
καὶ μὴν ἀΐω: Σιμόεντος
ἡμένα κοίτας
φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
550γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
— ἤδη δὲ νέμουσι κατ᾽ Ἴδαν
ποίμνια: νυκτιβρόμου
σύριγγος ἰὰν κατακούω.
— θέλγει δ᾽ ὄμματος ἕδραν
555ὕπνος: ἅδιστος γὰρ ἔβα
βλεφάροις πρὸς ἀοῦς.
— τί ποτ᾽ οὐ πλάθει σκοπός, ὃν ναῶν
Ἕκτωρ ὤτρυνε κατόπταν;
— ταρβῶ: χρόνιος γὰρ ἄπεστιν.
560 — ἀλλ᾽ ἦ κρυπτὸν λόχον ἐσπαίσας
διόλωλε; — τάχ᾽ ἄν. φοβερόν μοι.
— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
ἡμᾶς κλήρου κατὰ μοῖραν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.