previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀδυσσεύς

565Διόμηδες, οὐκ ἤκουσας κενὸς ψόφος
στάζει δι᾽ ὤτων; — τευχέων τινὰ κτύπον;

Διομήδης

οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
κλάζει σιδήρου: κἀμέ τοι, πρὶν ᾐσθόμην
δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.

Ὀδυσσεύς

570ὅρα κατ᾽ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.

Διομήδης

φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.

Ὀδυσσεύς

ἢν δ᾽ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;

Διομήδης

20Φοῖβον20 Δόλωνος οἶδα σύμβολον κλύων.

Ὀδυσσεύς

ἔα:
εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.

Διομήδης

575καὶ μὴν Δόλων γε τάσδ᾽ ἔφραζεν Ἕκτορος
κοίτας, ἐφ᾽ ᾧπερ ἔγχος εἵλκυσται τόδε.

Ὀδυσσεύς

τί δῆτ᾽ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;

Διομήδης

ἴσως ἐφ᾽ ἡμῖν μηχανὴν στήσων τινά.

Ὀδυσσεύς

θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.

Διομήδης

580τί δῆτ᾽, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν
τὸν ἄνδρ᾽ ἐν εὐναῖς, ἐλπίδων δ᾽ ἡμάρτομεν.

Ὀδυσσεύς

στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
τίθησιν: ἡμῖν δ᾽ οὐ βιαστέον τύχην.

Διομήδης

585οὐκ οὖν ἐπ᾽ Αἰνέαν τὸν ἔχθιστον Φρυγῶν
Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;

Ὀδυσσεύς

πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν
ζητῶν δυνήσῃ τούσδ᾽ ἀκινδύνως κτανεῖν;

Διομήδης

αἰσχρόν γε μέντοι ναῦς ἐπ᾽ Ἀργείων μολεῖν
590δράσαντε μηδὲν πολεμίους νεώτερον.

Ὀδυσσεύς

πῶς δ᾽ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων
κατάσκοπον Δόλωνα σῴζομεν τάδε
σκυλεύματ᾽; πᾶν στρατόπεδον πέρσειν δοκεῖς;

Διομήδης

πείθεις, πάλιν στείχωμεν: εὖ δ᾽ εἴη τυχεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Gilbert Murray, 1913)
load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: