previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀργεῖν καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι τριακοσίους ἑκατέρων καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον. πολεμούντων δὲ δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ καὶ Χρόμιος οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. ἐρημίας δ᾽ ὑπαρχούσης Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο: καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου [p. 262] αἵματος ἐπέγραψεΔιὶ τροπαιούχῳ.’ καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι: καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν.

Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον. οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε. βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας ἔστησε τρόπαιον ἐπιγράψαςῬωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ.’ Μάξιμος δὲ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον τὸν οἰωνὸν ἀσμένως ἐδέξατο: καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν: ὡς Ἀριστείδης Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: