previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡγησίστρατος ἀνὴρ Ἐφέσιος ἐμφύλιον φόνον [p. 316] δράσας ἔφυγεν εἰς Δελφοὺς καὶ ἠρώτα τὸν θεὸν ποῦ οἰκήσειεν. δ᾽ Ἀπόλλων ἀνεῖλεν ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς ἐλαίας ἐστεφανωμένους. γενόμενος δὲ κατά τινα τόπον τῆς Ἀσίας καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανωμένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν καὶ ἐκάλεσεν Ἐλαιοῦντα: ὡς Πυθοκλῆς Σάμιος ἐν τρίτῳ Γεωργικῶν.

Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης ἐπ᾽ ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς ἔμαθε πόλιν κτίσαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύοντας. γενόμενος δὲ κατά τινα τόπον τῆς Ἰταλίας καὶ θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι παραγώγως Πραίνεστον καλοῦσιν: ὡς ἱστορεῖ πελ Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.

load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: