next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑν Ἀλιάρτῳ τῆς Βοιωτίας κόρη τις γίνεται κάλλει διαπρέπουσα ὄνομα Ἀριστόκλεια θυγάτηρ δ᾽ ἦν Θεοφάνους. ταύτην μνῶνται Στράτων Ὀρχομένιος καὶ Καλλισθένης Ἁλιάρτιος 1. πλουσιώτερος δ᾽ ἦν Στράτων καὶ μᾶλλόν τι τῆς παρθένου ἡττημένος: ἐτύγχανε γὰρ ἰδὼν αὐτὴν ἐν Λεβαδείᾳ λουομένην ἐπὶ τῇ κρήνῃ τῇ Ἑρκύνῃ ἔμελλε γὰρ τῷ Διὶ τῷ βασιλεῖ κανηφορεῖν. ἀλλ᾽ Καλλισθένης γε 2 πλέον ἐφέρετο ἦν γὰρ καὶ γένει προσήκων τῇ κόρῃ. ἀπορῶν δὲ τῷ πράγματι Θεοφάνης, ἐδεδίει γὰρ τὸν Στράτωνα πλούτῳ τε καὶ γένει σχεδὸν ἁπάντων διαφέροντα τῶν Βοιωτῶν, τὴν αἵρεσιν ἐβούλετο τῷ Τροφωνίῳ ἐπιτρέψαι καὶ Στράτων, ἀνεπέπειστο γὰρ ὑπὸ τῶν τῆς παρθένου οἰκετῶν, ὡς πρὸς αὐτὸν μᾶλλον ἐκείνη ῥέποι, ἠξίου ἐπ᾽ αὐτῇ ποιεῖσθαι τῇ γαμουμένῃ τὴν ἐκλογήν. ὡς δὲ τῆς παιδὸς Θεοφάνης ἐπυνθάνετο ἐν ὄψει πάντων, δὲ τὸν Καλλισθένην προὔκρινεν, εὐθὺς μὲν Στράτων δῆλος ἦν βαρέως φέρων τὴν ἀτιμίαν ἡμέρας δὲ διαλιπὼν δύο προσῆλθε τῷ Θεοφάνει καὶ τῷ [p. 464] Καλλισθέναι, ἀξιῶν τὴν φιλίαν αὐτῷ πρὸς αὐτοὺς διαφυλάττεσθαι, εἰ καὶ τοῦ γάμου ἐφθονήθη ὑπὸ δαιμονίου τινός. οἱ δ᾽ ἐπῄνουν τὰ λεγόμενα, ὥστε καὶ ἐπὶ τὴν ἑστίασιν τῶν γάμων παρεκάλουν αὐτόν. δὲ 3 παρεσκευασμένος ἑταίρων ὄχλον, καὶ πλῆθος οὐκ ὀλίγον θεραπόντων, διεσπαρμένους παρὰ τούτοις καὶ λανθάνοντας, ἕως κόρη κατὰ τὰ πάτρια ἐπὶ τὴν Κισσόεσσαν καλουμένην κρήνην κατῄει ταῖς νύμφαις τὰ προτέλεια θύσουσα, τότε δὴ συνδραμόντες πάντες οἱ λοχῶντες ἐκείνῳ συνελάμβανον αὐτήν. καὶ Στράτων γ᾽ εἴχετο τῆς παρθένου: ἀντελαμβάνετο δ᾽ ὡς εἰκὸς Καλλισθένης ἐν μέρει καὶ οἱ σὺν αὐτῷ, ἕως ἔλαθεν παῖς; ἐν χερσὶ τῶν ἀνθελκόντων διαφθαρεῖσα. Καλλισθένης μὲν οὖν παραχρῆμα ἀφανὴς ἐγένετο, εἴτε διαχρησάμενος ἑαυτὸν εἴτε φυγὰς ἀπελθὼν ἐκ τῆς Βοιωτίας: οὐκ εἶχε δ᾽ οὖν τις εἰπεῖν , τι καὶ πεπόνθοι. δὲ Στράτων φανερῶς ἐπικατέσφαξεν ἑαυτὸν τῇ παρθένῳ.

1 em. W: ἀλιάρτῳ nisi quod mihi nihil Mauius ex Urb. enotavit

2 γε] τι?

3 δὲ] add. ἦκε W ex E. Sed quod est in margine cod. E ἦκε ex regione παρεσκευασμένος participii ubi pertineat nullo signo apparet

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Harold North Fowler, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: