This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν; ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης: ἐκπώματ᾽ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας: ὑπόθου ταῦτα τῇ χρείᾳ: τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν: οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθ᾽ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδ᾽ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδ᾽ ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος: αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες. καίτοι ὅ γε 1 Περικλῆς 2 ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον 3: οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδ᾽ ὁρᾶν 4 τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα 5: ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν. [p. 136]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.