previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. τῶν δ᾽ [p. 67] ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετ᾽ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατ᾽ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. ὧν ἐστι καὶ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων: τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. μὲν οὖν πιννοτήρας ζῷόν ἐστι. καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων: τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλ᾽ ἀράχνῃ παραπλήσιον: οὐ γὰρ ἄψυχον οὐδ᾽ ἀναίσθητον οὐδ᾽ ἄναιμον σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην: μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπ᾽ ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, ἐκείνου σημήναντος, ἔμυσε καὶ κατηνάλωσεν: ἔτι δὲ μᾶλλον, ἀνθρώπου προσιόντος θιγόντος, διδασκόμενος καὶ χαρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε ῥᾳδίαν ἀλλὰ δύσεργον εἶναι τὴν ὑποτομὴν αὐ [p. 68] τοῦ τοῖς θηρεύουσιν. αἱ δὲ πορφύραι συναγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ ποιοῦσιν, ἐν λέγονται γονεύειν: τὰ δ᾽ ἐδώδιμα τῶν βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: