previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ς σψκλ. ἐπίσχες, Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας: ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον. αυτ Ὀρθῶς παραινεῖς: ἀλλ᾽ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίαςδαήμοναςἄγρας ὡς Ὅμηρος ἔφη, καὶ διὰ τοῦτ᾽ Ἀριστοτίμου γενησομένους: ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, ‘τοῖσι θαλάσσια ἔργα μέμηλε,'’ Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει.
Τυδείδην δ᾽ οὐκ ἂν γνοίης ποτέροισι μετείη,
τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν, ἐνταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσθήσων ἑαυτόν: φαύλως εἰκάζομεν, φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; Ὀπτάτος. πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, Αὐτόβουλε: πάλαι γὰρ Σόλωνος ἐκλέλοιπε [p. 29] νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων. αυτ. δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ δι᾽ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ς σψκλ. εἶεν, ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; φαίδιμος. γέγονεν, Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν εἶτα κατ᾽ Εὐριπίδην
τῆς τύχης παῖς; κλῆρος ἐπὶ τούτῳ ταγείς
τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων. σωκ. καιρὸς; οὖν, Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν δ᾽ ἀκούειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: