Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[104]
χρὴ δὲ τὸν ὑπὲρ ἐκείνου λόγον οὐκ ἀλλότριον εἶναι νομίζειν τοῖς ἐνεστῶσι πράγμασιν, οὐδ᾽ ἐμὲ λέγειν ἔξω τῆς γραφῆς: τοῖς μὲν γὰρ ἰδιώταις ὑπὲρ ὧν ἕκαστος ἔπραξε προσήκει διαλεχθεῖσι καταβαίνειν ἢ δοκεῖν περιεργάζεσθαι, τοῖς δ᾽ ὑπολαμβανομένοις συμβούλοις εἶναι καὶ διδασκάλοις ὁμοίως ὑπὲρ τῶν συγγεγενημένων ὥσπερ ὑπὲρ αὑτῶν ἀναγκαῖον ποιεῖσθαι τὴν ἀπολογίαν, ἄλλως τ᾽ ἢν καὶ τύχῃ τις διὰ τὴν αἰτίαν ταύτην κρινόμενος: ὅ περ ἐμοὶ συμβέβηκεν.