Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[137]
ἀλλ᾽ οἱ μέν, οἶμαι, ποιητῶν ἔτυχον καὶ λογοποιῶν, οἱ δ᾽ οὐκ ἔσχον τοὺς ὑμνήσοντας. ἢν οὖν ἐμοὶ πείθῃ καὶ νοῦν ἔχῃς, οὐ καταφρονήσεις τῶν ἀνδρῶν τούτων, οἷς τὸ πλῆθος εἴθισται πιστεύειν οὐ μόνον περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἀλλὰ καὶ περὶ ὅλων τῶν πραγμάτων, ἀλλ᾽ ἐπιμέλειάν τινα ποιήσει καὶ θεραπείαν αὐτῶν, ἵν᾽ εὐδοκιμήσῃς δι᾽ ἀμφότερα, καὶ διὰ τὰς σαυτοῦ πράξεις καὶ διὰ τοὺς τούτων λόγους.”