Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[153]
νῦν δ᾽ εἰς πολλὴν ἀπορίαν καθέστηκα, τί δρῶν ἀρέσαι δυνηθείην ἂν τοῖς τοιούτοις. εἰ γὰρ ἅπαντα τὸν χρόνον ἔργον ποιούμενος ὅπως μηδένα μήτ᾽ ἀδικήσω μήτ᾽ ἐνοχλήσω μήτε λυπήσω, δι᾽ αὐτὰ ταῦτα λυπῶ τινας, τί ποιῶν ἂν χαριζοίμην; ἢ τί λοιπόν ἐστι πλὴν ἐμὲ μὲν ἀτυχῆ, τοὺς δὲ τοιούτους ἀμαθεῖς δοκεῖν εἶναι καὶ δυσκόλους τοῖς συμπολιτευομένοις;