Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[167]
περὶ μὲν οὖν τούτων καὶ τῶν ἄλλων τῶν κατηγορηθέντων ἱκανὴν εἶναι νομίζω τὴν εἰρημένην ἀπολογίαν: οὐκ ὀκνήσω δὲ πρὸς ὑμᾶς οὔθ᾽ ὡς ἔχω νῦν πρὸς τὸν ἐνεστῶτα κίνδυνον κατειπεῖν τὴν ἀλήθειαν, οὔθ᾽ ὡς τὸ πρῶτον διετέθην πρὸς αὐτόν. ἐγὼ γὰρ ὑπὲρ μὲν τῶν ἰδίων πολλὰς ἐλπίδας εἶχον καλῶς ἀγωνιεῖσθαι: