Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[279]
καὶ μηδεὶς ὑμῶν οἰέσθω τοὺς μὲν ἄλλους ἅπαντας γιγνώσκειν ὅσην ἔχει ῥοπὴν εἰς τὸ πείθειν τὸ τοῖς κρίνουσιν ἀρέσκειν, τοὺς δὲ περὶ τὴν φιλοσοφίαν ὄντας μόνους ἀγνοεῖν τὴν τῆς εὐνοίας δύναμιν: πολὺ γὰρ ἀκριβέστερον τῶν ἄλλων καὶ ταῦτ᾽ ἴσασι,