Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[281]
τὸ τοίνυν περὶ τὴν πλεονεξίαν, ὃ δυσχερέστατον ἦν τῶν ῥηθέντων: εἰ μέν τις ὑπολαμβάνει τοὺς ἀποστεροῦντας ἢ παραλογιζομένους ἢ κακόν τι ποιοῦντας πλεονεκτεῖν, οὐκ ὀρθῶς ἔγνωκεν: οὐδένες γὰρ ἐν ἅπαντι τῷ βίῳ μᾶλλον ἐλαττοῦνται τῶν τοιούτων, οὐδ᾽ ἐν πλέοσιν ἀπορίαις εἰσίν, οὐδ᾽ ἐπονειδιστότερον ζῶσιν, οὐδ᾽ ὅλως ἀθλιώτεροι τυγχάνουσιν ὄντες: