Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[67]
δυοῖν μὲν τοίνυν λόγοιν ἀκηκόατε: βούλομαι δὲ καὶ τοῦ τρίτου μικρὰ διελθεῖν, ἵν᾽ ὑμῖν ἔτι μᾶλλον γένηται καταφανὲς ὅτι πάντες οἱ λόγοι πρὸς ἀρετὴν καὶ δικαιοσύνην συντείνουσιν. ἔστι δ᾽ ὁ μέλλων δειχθήσεσθαι Νικοκλεῖ τῷ Κυπρίῳ, τῷ κατ᾽ ἐκεῖνον τὸν χρόνον βασιλεύοντι, συμβουλεύων ὡς δεῖ τῶν πολιτῶν ἄρχειν: οὐχ ὁμοίως δὲ γέγραπται τοῖς ἀνεγνωσμένοις.