Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[94]
Χαρμαντίδης. τούτους ἅπαντας ἡ πόλις χρυσοῖς στεφάνοις ἐστεφάνωσεν, οὐχ ὡς τῶν ἀλλοτρίων ἐφιεμένους, ἀλλ᾽ ὡς ἄνδρας ἀγαθοὺς ὄντας καὶ πολλὰ τῶν ἰδίων εἰς τὴν πόλιν ἀνηλωκότας.πρὸς οὓς ὅπως βούλεσθε θέτε με διακεῖσθαι: πρὸς γὰρ τὸ παρὸν πανταχῶς ἕξει μοι καλῶς.