previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἰδίπους

1110εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,
πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ᾽ ὁρᾶν δοκῶ,
ὅνπερ πάλαι ζητοῦμεν: ἔν τε γὰρ μακρῷ
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
1115ἔγνωκ᾽ ἐμαυτοῦ: τῇ δ᾽ ἐπιστήμῃ σύ μου
προύχοις τάχ᾽ ἄν που, τὸν βοτῆρ᾽ ἰδὼν πάρος.

Χορός

ἔγνωκα γάρ, σάφ᾽ ἴσθι: Λαΐου γὰρ ἦν
εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.

Οἰδίπους

σὲ πρῶτ᾽ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, τόνδε φράζεις;

Ἄγγελος
τοῦτον, ὅνπερ εἰσορᾷς.

Οἰδίπους

οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
ὅσ᾽ ἄν σ᾽ ἐρωτῶ. Λαΐου ποτ᾽ ἦσθα σύ;

Θεράπων

δοῦλος οὐκ ὠνητός, ἀλλ᾽ οἴκοι τραφείς.

Οἰδίπους

ἔργον μεριμνῶν ποῖον βίον τινά;

Θεράπων

1125ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.

Οἰδίπους

χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;

Θεράπων

ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.

Οἰδίπους

τὸν ἄνδρα τόνδ᾽ οὖν οἶσθα τῇδέ που μαθών;

Θεράπων

τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;

Οἰδίπους

1130τόνδ᾽ ὃς πάρεστιν: ξυναλλάξας τί πω;

Θεράπων

οὐχ ὥστε γ᾽ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.

Ἄγγελος

κοὐδέν γε θαῦμα, δέσποτ᾽: ἀλλ᾽ ἐγὼ σαφῶς
ἀγνῶτ᾽ ἀναμνήσω νιν. εὖ γὰρ οἶδ᾽ ὅτι
κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,
1135 μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ᾽ ἑνί,
ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους:
χειμῶνα δ᾽ ἤδη τἀμά τ᾽ εἰς ἔπαυλ᾽ ἐγὼ
ἤλαυνον οὗτός τ᾽ εἰς τὰ Λαΐου σταθμά.
1140λέγω τι τούτων οὐ λέγω πεπραγμένον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: