previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

380 πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
ὅσος παρ᾽ ὑμῖν φθόνος φυλάσσεται,
εἰ τῆσδέ γ᾽ ἀρχῆς οὕνεχ᾽, ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385ταύτης Κρέων πιστός, οὑξ ἀρχῆς φίλος,
λάθρᾳ μ᾽ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δ᾽ ἔφυ τυφλός.
390ἐπεί, φέρ᾽ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
πῶς οὐκ, ὅθ᾽ ῥαψῳδὸς ἐνθάδ᾽ ἦν κύων,
ηὔδας τι τοῖσδ᾽ ἀστοῖσιν ἐκλυτήριον;
καίτοι τό γ᾽ αἴνιγμ᾽ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει:
395ἣν οὔτ᾽ ἀπ᾽ οἰωνῶν σὺ προυφάνης ἔχων
οὔτ᾽ ἐκ θεῶν του γνωτόν: ἀλλ᾽ ἐγὼ μολών,
μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδ᾽ ἀπ᾽, οἰωνῶν μαθών:
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἀγηλατήσειν: εἰ δὲ μὴ 'δόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.

Χορός

ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ᾽ ἔπη
405ὀργῇ λελέχθαι καὶ τά σ᾽, Οἰδίπους, δοκεῖ,
δεῖ δ᾽ οὐ τοιούτων, ἀλλ᾽ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ᾽ ἄριστα λύσομεν, τόδε σκοπεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1887)
hide References (5 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 365-375
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 137
  • Cross-references to this page (2):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, Dritte Deklination.
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: