Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἀλλ᾽ ὁ μὲν οὖν Ζεὺς ὅ τ᾽ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
500εἰδότες: ἀνδρῶν δ᾽ ὅτι μάντις πλέον ἢ 'γὼ φέρεται,
κρίσις οὔκ ἔστιν ἀλαθής: σοφίᾳ δ᾽ ἂν σοφίαν
παραμείψειεν ἀνήρ.
505ἀλλ᾽ οὔποτ᾽ ἔγωγ᾽ ἄν, πρὶν ἴδοιμ᾽ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην.
φανερὰ γὰρ ἐπ᾽ αὐτῷ, πτερόεσσ᾽ ἦλθε κόρα
510ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θ᾽ ἁδύπολις τῷ ἀπ᾽ ἐμᾶς
φρενὸς οὔποτ᾽ ὀφλήσει κακίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.