Οἰδίπους
750πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων
ἄνδρας λοχίτας, οἷ᾽ ἀνὴρ ἀρχηγέτης;
Ἰοκάστη
πέντ᾽ ἦσαν οἱ ξύμπαντες, ἐν δ᾽ αὐτοῖσιν ἦν .
κῆρυξ: ἀπήνη δ᾽ ἦγε Λάϊον μία.
Οἰδίπους
αἰαῖ, τάδ᾽ ἤδη διαφανῆ. τίς ἦν ποτε
755ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
Ἰοκάστη
οἰκεύς τις, ὅσπερ ἵκετ᾽ ἐκσωθεὶς μόνος.
Οἰδίπους
ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
Ἰοκάστη
οὐ δῆτ᾽: ἀφ᾽ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τ᾽ εἶδ᾽ ἔχοντα Λάϊόν τ᾽ ὀλωλότα,
760ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδ᾽ ἄποπτος ἄστεως.
κἄπεμψ᾽ ἐγώ νιν: ἄξιος γὰρ οἷ᾽ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
Οἰδίπους
765πῶς ἂν μόλοι δῆθ᾽ ἡμὶν ἐν τάχει πάλιν;
Ἰοκάστη
πάρεστιν: ἀλλὰ πρὸς τί τοῦτ᾽ ἐφίεσαι;
Οἰδίπους
δέδοικ᾽ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ᾽ ἄγαν
εἰρημέν᾽ ᾖ μοι δι᾽ ἅ νιν εἰσιδεῖν θέλω.
Ἰοκάστη
ἀλλ᾽ ἵξεται μέν: ἀξία δέ που μαθεῖν
770κἀγὼ τά γ᾽ ἐν σοὶ δυσφόρως ἔχοντ᾽, ἄναξ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.