previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
δείματι παλλόμεναι, ἅμα δ᾽ ἠοῖ φαινομένηφιν
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
295ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
αὐτὰρ γ᾽ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
ἤνωγ᾽ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
οἳ δὲ μάλ᾽ αἶψ᾽ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
300τεῦχον δ᾽, ὡς ἐπέτελλ᾽. δ᾽ ἀέξετο δαίμονι ἶσος.
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
βάν ῥ᾽ ἴμεν οἴκαδ᾽ ἕκαστος: ἀτὰρ ξανθὴ Δημήτηρ
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
305αἰνότατον δ᾽ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
ποίησ᾽ ἀνθρώποις καὶ κύντατον: οὐδέ τι γαῖα
σπέρμ᾽ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ:
πολλὰ δὲ καμπύλ᾽ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις:
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ:
310καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
λιμοῦ ὑπ᾽ ἀργαλέης, γεράων τ᾽ ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ᾽ ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ᾽ ἐφράσσατο θυμῷ.
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
315Δήμητρ᾽ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
ὣς ἔφαθ᾽: δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δ᾽ ἐν νηῷ Δημήτερα κυανόπεπλον
320καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:


Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
ἄλλ᾽ ἴθι, μηδ᾽ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.


ὣς φάτο λισσομένη: τῇ δ᾽ οὐκ ἐπεπείθετο θυμός.
325αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
πάντας ἐπιπροΐαλλεν: ἀμοιβηδὶς δὲ κιόντες
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
τιμάς θ᾽, †ἅς κ᾽ ἐθέλοιτομετ᾽ ἀθανάτοισιν ἑλέσθαι.
ἀλλ᾽ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
330θυμῷ χωομένης: στερεῶς δ᾽ ἠναίνετο μύθους.
οὐ μὲν γάρ ποτ᾽ ἔφασκε θυώδεος Οὐλύμποιο
πρίν γ᾽ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
335εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
ὄφρ᾽ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
340Ἑρμῆς δ᾽ οὐκ ἀπίθησεν, ἄφαρ δ᾽ ὑπὸ κεύθεα γαίης
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
πόλλ᾽ ἀεκαζομένῃ μητρὸς πόθῳ: δ᾽ ἀποτηλοῦ
345ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Thomas W. Allen, E. E. Sikes, 1904)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: