previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα μήτηρ
350ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
ἀθανάτοις λήξειεν: ἐπεὶ μέγα μήδεται ἔργον,
φθῖσαι φῦλ᾽ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
σπέρμ᾽ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων: δ᾽ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
355μίσγεται, ἀλλ᾽ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.


ὣς φάτο: μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
ὀφρύσιν, οὐδ᾽ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς:
ἐσσυμένως δ᾽ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ:


360ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων:
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ᾽ ἀκοίτης,
αὐτοκασίγνητος πατρὸς Διός: ἔνθα δ᾽ ἐοῦσα
365δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
τιμὰς δὲ σχήσησθα μετ᾽ ἀθανάτοισι μεγίστας.
τῶν δ᾽ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.


370ὣς φάτο: γήθησεν δὲ περίφρων Περσεφόνεια,
καρπαλίμως δ᾽ ἀνόρουσ᾽ ὑπὸ χάρματος: αὐτὰρ γ᾽ αὐτὸς
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
ἀμφὶ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
αὖθι παρ᾽ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
375ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
δ᾽ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
σεῦε διὲκ μεγάρων: τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
380ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν: οὐδὲ θάλασσα
οὔθ᾽ ὕδωρ ποταμῶν οὔτ᾽ ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτ᾽ ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλ᾽ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δ᾽ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
385νηοῖο προπάροιθε θυώδεος: δὲ ἰδοῦσα
ἤιξ᾽, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
Περσεφόνη δ᾽ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
μητρὸς ἑῆς κατ᾽ [ἄρ᾽ γ᾽ ὄχεα προλιποῦσα καὶ ἵππους]
ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα:]
390τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
α[ἶψα δόλον θυμός τιν᾽ ὀίσατο, τρέσσε δ᾽ ἄρ᾽ αἰνῶς]
παυομ[ένη φιλότητος, ἄφαρ δ᾽ ἐρεείνετο μύθῳ:]


τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
βρώμης; ἐξαύδα, μ[ὴ κεῦθ᾽, ἵνα εἴδομεν ἄμφω:]
395ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
καὶ παρ᾽ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: