previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο: τοὶ δ᾽ ὑπ᾽ ὀμοκλῆς
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ᾽ οἰωνοί.
90Τὴν δ᾽ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν:
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετ᾽ ἐπ᾽ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον: οὐδέ τις ἀνδρῶν
95εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
πρίν γ᾽ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
ὃς τότ᾽ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δ᾽ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
100ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
105τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
ἐρχόμεναι μεθ᾽ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ᾽ ἐρόεσσα
110Καλλιθόη θ᾽, τῶν προγενεστάτη ἦεν ἁπασῶν:
οὐδ᾽ ἔγνον: χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δ᾽ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων:


τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
115πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Thomas W. Allen, E. E. Sikes, 1904)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: