previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[Εἲς Ἀπόλλωνα Πύθιον]


ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
180καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
αὐτὸς δ᾽ αὖ Δήλοιο περικλύστοιο μέγ᾽ ἀνάσσεις.


εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ᾽ ἔχων τεθυωμένα: τοῖο δὲ φόρμιγξ
185χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων.
αὐτίκα δ᾽ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή:
Μοῦσαι μέν θ᾽ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
190ὑμνεῦσίν ῥα θεῶν δῶρ᾽ ἄμβροτα ἠδ᾽ ἀνθρώπων
τλημοσύνας, ὅσ᾽ ἔχοντες ὑπ᾽ ἀθανάτοισι θεοῖσι
ζώουσ᾽ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ᾽ ἄκος καὶ γήραος ἄλκαρ:
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
195Ἁρμονίη θ᾽ Ἥβη τε Διὸς θυγάτηρ τ᾽ Ἀφροδίτη
ὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι:
τῇσι μὲν οὔτ᾽ αἰσχρὴ μεταμέλπεται οὔτ᾽ ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
200ἐν δ᾽ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
παίζουσ᾽: αὐτὰρ Φοῖβος Α᾽πόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς: αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἳ δ᾽ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
205Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
υἷα φίλον παίζοντα μετ᾽ ἀθανάτοισι θεοῖσι.


πῶς τ᾽ ἄρ σ᾽ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ᾽ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
210Ἴσχυ᾽ ἅμ᾽ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;
ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἅμ᾽ Ἐρευθεῖ;
ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
... πεζός, δ᾽ ἵπποισιν: οὐ μὴν Τρίοπός γ᾽ ἐνέλειπεν.
ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
215ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ᾽ Ἄπολλον;
Πιερίην μὲν πρῶτον ἀπ᾽ Οὐλύμποιο κατῆλθες:
Λέκτον τ᾽ ἠμαθοέντα παρέστιχες ἠδ᾽ Ἐνιῆνας
καὶ διὰ Περραιβούς: τάχα δ᾽ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ᾽ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
220στῆς δ᾽ ἐπὶ Ληλάντῳ πεδίῳ: τό τοι οὐχ ἅδε θυμῷ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ᾽ Εὔριπον διαβάς, ἑκατηβόλ᾽ Ἄπολλον,
βῆς ἄν᾽ ὄρος ζάθεον, χλωρόν: τάχα δ᾽ ἷξες ἀπ᾽ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: