This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἐκεῖνος γάρ, ὦ ἄνδρες δικασταί, ὁ Εὐβουλίδης, ὁ τῷ Ἁγνίᾳ γένει ὢν ἐγγυτάτω, μάλιστα μὲν ηὔχετο τοῖς θεοῖς υἱὸν αὑτῷ γενέσθαι, ὥσπερ καὶ ἡ θυγάτηρ ἡ τουτουὶ μήτηρ τοῦ παιδὸς αὐτῷ ἐγένετο: ἐπειδὴ δὲ τούτου ἀπέτυχεν καὶ οὐκ ἐγένετο παῖς ἄρρην αὐτῷ οὐδὲ εἷς, μετὰ ταῦτ᾽ ἤδη ἐσπούδαζεν ὅπως ἐκ τῆς θυγατρὸς εἰσποιηθῇ αὑτῷ υἱὸς εἰς τὸν οἶκον τὸν ἑαυτοῦ καὶ τὸν Ἁγνίου, καὶ εἰς τοὺς φράτερας εἰσαχθῇ τοὺς ἐκείνου, ἡγούμενος, ὦ ἄνδρες δικασταί, ἐκ τῶν ὑπολοίπων τοῦτον εἶναι ἑαυτῷ οἰκειότατον, καὶ οὕτως ἂν μάλιστα τὸν οἶκον τὸν ἑαυτῶν διασῴζεσθαι καὶ οὐκ ἂν ἐξερημωθῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.