previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὗτος μέν νυν ἐκτήσατο τοῦτο τὸ γέρας: Κλεάνδρου δὲ τοῦ Παντάρεος τελευτήσαντος τὸν βίον, ὃς ἐτυράννευσε μὲν Γέλης ἑπτὰ ἔτεα, ἀπέθανε δὲ ὑπὸ Σαβύλλου ἀνδρὸς Γελῴου, ἐνθαῦτα ἀναλαμβάνει τὴν μουναρχίην Ἱπποκράτης Κλεάνδρου ἐὼν ἀδελφεός. ἔχοντος δὲ Ἱπποκράτεος τὴν τυραννίδα, Γέλων ἐὼν Τηλίνεω τοῦ ἱροφάντεω ἀπόγονος, πολλῶν μετ᾽ ἄλλων καὶ Αἰνησιδήμου τοῦ Παταίκου1 ... ὃς ἦν δορυφόρος Ἱπποκράτεος. [2] μετὰ δὲ οὐ πολλὸν χρόνον δι᾽ ἀρετὴν ἀπεδέχθη πάσης τῆς ἵππου εἶναι ἵππαρχος: πολιορκέοντος γὰρ Ἱπποκράτεος Καλλιπολίτας τε καὶ Ναξίους καὶ Ζαγκλαίους τε καὶ Λεοντίνους καὶ πρὸς Συρηκοσίους τε καὶ τῶν βαρβάρων συχνούς, ἀνὴρ ἐφαίνετο ἐν τούτοισι τοῖσι πολέμοισι ἐὼν Γέλων λαμπρότατος. τῶν δὲ εἶπον πολίων τουτέων πλὴν Συρηκουσέων οὐδεμία διέφυγε δουλοσύνην πρὸς Ἱπποκράτεος: [3] Συρηκοσίους δὲ Κορίνθιοί τε καὶ Κερκυραῖοι ἐρρύσαντο μάχῃ ἐσσωθέντας ἐπὶ ποταμῷ Ἐλώρῳ, ἐρρύσαντο δὲ οὗτοι ἐπὶ τοῖσιδε καταλλάξαντες, ἐπ᾽ τε Ἱπποκράτεϊ Καμάριναν Συρηκοσίους παραδοῦναι. Συρηκοσίων δὲ ἦν Καμάρινα τὸ ἀρχαῖον.

1 1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Reginald Walter Macan)
load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (24 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: