previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Στρεψιάδης

πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσ᾽ Σώκρατες αὗται
315αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;

Σωκράτης

ἥκιστ᾽ ἀλλ᾽ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς:
αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.

Στρεψιάδης

ταῦτ᾽ ἄρ᾽ ἀκούσασ᾽ αὐτῶν τὸ φθέγμ᾽ ψυχή μου πεπότηται,
320καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,
καὶ γνωμιδίῳ γνώμην νύξασ᾽ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι:
ὥστ᾽ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.

Σωκράτης

βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ᾽: ἤδη γὰρ ὁρῶ κατιούσας
ἡσυχῇ αὐτάς.

Στρεψιάδης
φέρε ποῦ; δεῖξον.

Σωκράτης
χωροῦσ᾽ αὗται πάνυ πολλαὶ
325διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.

Στρεψιάδης
τί τὸ χρῆμα;
ὡς οὐ καθορῶ.

Σωκράτης
παρὰ τὴν εἴσοδον.

Στρεψιάδης
ἤδη νυνὶ μόλις οὕτως.

Σωκράτης

νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.

Στρεψιάδης

νὴ Δί᾽ ἔγωγ᾽, πολυτίμητοι: πάντα γὰρ ἤδη κατέχουσιν.

Σωκράτης

ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθ᾽ οὐδ᾽ ἐνόμιζες;

Στρεψιάδης

330μὰ Δί᾽ ἀλλ᾽ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.

Σωκράτης

οὐ γὰρ μὰ Δί᾽ οἶσθ᾽ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,
Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,
κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,
οὐδὲν δρῶντας βόσκουσ᾽ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.

Στρεψιάδης

335ταῦτ᾽ ἄρ᾽ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν,
πλοκάμους θ᾽ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,
εἶτ᾽ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,
ὄμβρους θ᾽ ὑδάτων δροσερᾶν Νεφελᾶν: εἶτ᾽ ἀντ᾽ αὐτῶν κατέπινον
κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ᾽ ὀρνίθεια κιχηλᾶν.

Σωκράτης

340διὰ μέντοι τάσδ᾽ οὐχὶ δικαίως;

Στρεψιάδης
λέξον δή μοι, τί παθοῦσαι,
εἴπερ νεφέλαι γ᾽ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
οὐ γὰρ ἐκεῖναί γ᾽ εἰσὶ τοιαῦται.

Σωκράτης
φέρε ποῖαι γάρ τινές εἰσιν;

Στρεψιάδης

οὐκ οἶδα σαφῶς: εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
κοὐχὶ γυναιξὶν μὰ Δί᾽ οὐδ᾽ ὁτιοῦν: αὗται δὲ ῥῖνας ἔχουσιν.

Σωκράτης

345ἀπόκριναί νυν ἅττ᾽ ἂν ἔρωμαι.

Στρεψιάδης
λέγε νυν ταχέως τι βούλει.

Σωκράτης

ἤδη ποτ᾽ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,
παρδάλει λύκῳ ταύρῳ;

Στρεψιάδης
νὴ Δί᾽ ἔγωγ᾽. εἶτα τί τοῦτο;

Σωκράτης

γίγνονται πάνθ᾽ τι βούλονται: κᾆτ᾽ ἢν μὲν ἴδωσι κομήτην
ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.

Στρεψιάδης

τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;

Σωκράτης

ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.

Στρεψιάδης

ταῦτ᾽ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ᾽ ἐγένοντο.

Σωκράτης

355καὶ νῦν γ᾽ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ᾽ ἐγένοντο γυναῖκες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: