previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυσιστράτη

ταῦτ᾽ αὐτὰ γάρ τοι κἄσθ᾽ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.

Καλονίκη

τίνα δὴ τρόπον ποθ᾽;

Λυσιστράτη
ὥστε τῶν νῦν μηδένα
50ἀνδρῶν ἐπ᾽ ἀλλήλοισιν ἄρεσθαι δόρυ

Καλονίκη

κροκωτὸν ἄρα νὴ τὼ θεὼ 'γὼ βάψομαι.

Λυσιστράτη

μηδ᾽ ἀσπίδα λαβεῖν

Καλονίκη
Κιμμερικὸν ἐνδύσομαι.

Λυσιστράτη

μηδὲ ξιφίδιον.

Καλονίκη
κτήσομαι περιβαρίδας.

Λυσιστράτη

ἆρ᾽ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ᾽ ἐχρῆν;

Καλονίκη

55οὐ γὰρ μὰ Δί᾽ ἀλλὰ πετομένας ἥκειν πάλαι.

Λυσιστράτη

ἀλλ᾽ μέλ᾽ ὄψει τοι σφόδρ᾽ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
ἀλλ᾽ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδ᾽ ἐκ Σαλαμῖνος.

Καλονίκη
ἀλλ᾽ ἐκεῖναί γ᾽ οἶδ᾽ ὅτι
60ἐπὶ τῶν κελήτων διαβεβήκασ᾽ ὄρθριαι.

Λυσιστράτη

οὐδ᾽ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν.

Καλονίκη
γοῦν Θεογένους
ὡς δεῦρ᾽ ἰοῦσα θοὐκάταιον ἤρετο.
65ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.

Λυσιστράτη

αἱδί θ᾽ ἕτεραι χωροῦσί τινες.

Καλονίκη
ἰοὺ ἰού,
πόθεν εἰσίν;

Λυσιστράτη
Ἀναγυρουντόθεν.

Καλονίκη
νὴ τὸν Δία:
γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.

Μυρρίνη

μῶν ὕστεραι πάρεσμεν Λυσιστράτη;
70τί φῄς; τί σιγᾷς;

Λυσιστράτη
οὔ σ᾽ ἐπαινῶ Μυρρίνη
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.

Μυρρίνη

μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλ᾽ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.

Λυσιστράτη

μὰ Δί᾽ ἀλλ᾽ ἐπαναμείνωμεν ὀλίγου γ᾽ οὕνεκα
75τάς τ᾽ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν.

Μυρρίνη
πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.

Λυσιστράτη

φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
80ὡς δ᾽ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
κἂν ταῦρον ἄγχοις.

Λαμπιτώ
μάλα γ᾽ οἰῶ ναὶ τὼ σιώ:
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.

Καλονίκη

ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.

Λαμπιτώ

ᾇπερ ἱερεῖόν τοί μ᾽ ὑποψαλάσσετε.

Λυσιστράτη

85ἡδὶ δὲ ποδαπή 'σθ᾽ νεᾶνις ἡτέρα;

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: