previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 54]
εἰ 1 δ᾽ ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,
παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,
εἰπέμεναι μερόπων τίς ἀγασθενέων θ᾽ ἡρώων
σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.


5ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα
θηρομιγῆ, μερόπων μὲν ἐπ᾽ ἰξύας, ἰξυόφιν δὲ
ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.
ἐν μερόπεσσι δὲ πρῶτος Γοργόνος αὐχέν᾽ ἀμέρσας, 2
Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς:
10ἀλλὰ ποδῶν κραιπνῇσιν ἀειρόμενος πτερύγεσσι
καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν
ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα
ἠδ᾽ αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.
ἱππαλέην δ᾽ ἄγρην φαεσφόρος εὕρετο Κάστωρ:
15καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι
βαλλόμενος, τοὺς δ᾽ αὖτε: θοοῖς ἵπποισιν ἐλαύνων
θῆρας ἕλε ξυνοχῇσι μεσημβρινοῖο δρόμοιο. [p. 56]
πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας
διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης:
20καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας
καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.
ἔξοχα δ᾽ ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν
Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.
ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος
25Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.
Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη
θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.
νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,
Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.
30τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.
πολλοὺς δ᾽ αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς:
οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς
αὖθις ἑκὼν λείψειεν: ἔχει δέ μιν ἄσπετα δεσμά.
οἷος μὲν γλυκὺς ὕπνος ἐπ᾽ ἄνθεσιν εἴαρος ὥρῃ,
35οἵη δ᾽ αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,
οἵη δ᾽ ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι
τερπωλή: πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖ
δρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης:
ψυχρὸν δ᾽ ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ
40οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν:
οἷα δ᾽ ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν
ἐν γλυκεροῖς ταλάροισι παρ᾽ αἰπολίοισι νομῆες.


ἀλλ᾽ ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην
πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος [p. 58]
45οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο.
εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχ᾽ ἄριστος
βαιοτέροις ταύροις καὶ θηλυτέρῃσιν ἀνάσσει:
πέφρικεν δ᾽ ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα:
αἱ δ᾽ αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,
50ὁππότε μυκήσαιτ᾽, ἄγριοι 3 βόες: ἀλλ᾽ ὅτ᾽ ἐπ᾽ ἄλλῳ
ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,
οἶος ἴῃ, 4 κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,
δὴ τότ᾽ ἐπ᾽ ἀμφοτέροισιν ὑπέρβιος ἵστατ᾽ ἐνυώ.
πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες
55ἄγρια θυμαίνοντι χόλῳ μέγα παιφάσσουσι
καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,
οἷα κονιόμενοι: προκαλίζονται δ᾽ ἑκάτερθεν,
ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς:
αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφ᾽ ὑσμίνην ἀλεγεινήν,
60ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δ᾽ ἄφαρ κεράεσσι
πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.
οἷα δ᾽ ἐνὶ πτολέμῳ βυθίῳ, ὅτε ναυμάχος Ἄρης
δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,
στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτῃσιν,
65ἀντίβιον πρώρῃσι μετωπαδὸν ἐγχρίμπτονται,
σπερχόμεναι πνοιῇ τε λάβρῳ παλάμηφι τε ναυτῶν:
ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν
νηῶν τ᾽ ἀγνυμένων: στένεται δ᾽ ὅλος οἴδματι Νηρεύς: [p. 60]
τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,
70θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,
εἰσόκε δή τις ἕλῃσι φίλην ἑτεραλκέα νίκην.
αὐτὰρ γ᾽ οὔτι φέρει δοῦλον ζυγόν: δἰδόμενος δὲ
καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην:
οἶος δ᾽ ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν
75φέρβετ᾽ ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,
οἶά τις ἀθλεύων: βριαρὸν δ᾽ ὅτε κάρτος ἴδηται
καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκ᾽ ὄρεσφιν:
αὐτὰρ ὅγ᾽ ἀντήϋσεν: ἐπεσμαράγησε δὲ δρυμών:
ἀλλ᾽ ὅτε θαρσήσειε κραταιοτέρῃσιν ἀϋταῖς,
80δή ῥα τότ᾽ ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,
ῥεῖα δ᾽ ἕλεν: φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε
τηλόθ᾽ ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.


εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.
Αἰγύπτου 5 μὲν ἔασι παρ᾽ ὄχθαις ἀγλαοκάρποις
85Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο
χιόνεοι χροιήν, μέγεθος πάντων ὄχ᾽ ἄριστοι: [p. 62]
φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα
ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,
ὅττι βροτοὶ δ᾽ ἐνέπουσιν, ἐνηέες ἐξανέχονται. 6


90οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,
ξανθοί τε φλογεροί τε: βαθεῖαι δ᾽ αὐχένι σάρκες:
σφαιρωτὸς δ᾽ ἐφύπερθε μετήορος ὕψι κόρυμβος.
ξείνη δ᾽ ἐν κεράεσσι φύσις κείνοισι τέτυκται:
οὐ γάρ τοι κρατερῇσιν ὑπὲρ κεφαλῆφι πέπηγε,
95κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνουσ᾽ ἑκάτερθε.


μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,
ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.


Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέας εἱλικόμορφον
αἰχμῇσιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.


100οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,
αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,
αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,
ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,
μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι:
105ἀλλ᾽ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,
οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν:
ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,
ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι:
κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα [p. 64]
110καρτερόν ἀθλεύοντ᾽ ἀγέμεν πάρος ἐξ Ἐρυθείης,
ὁππότ᾽ ἐπ᾽ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ
καἰ κτάνεν ἐν σκοπιῇσιν: ἐπεὶ πόνον ἄλλον ἔμελλεν
οὐχ Ἥρῃ τελέειν οὐδ᾽ Εὐρυσθῆος ἐνιπαῖς,
Ἀρχίππῳ δ᾽ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.
115 γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο
πᾶν πεδίον πελάγιζεν: ἐπεὶ πολὺς αἰὲν Ὀρόντης
ἵετ᾽ ἐπειγόμενος, χαροποῦ δ᾽ ἐπελήθετο πόντου,
δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης:
δήθυνεν δὲ πάγοισι, κάλυπτε δ᾽ ἐρίσπορον αἶαν
120οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.
οὔρεσί τ᾽ ἀμφότερωθε περίδρομος ἐστεφάνωτο
τειναμένοις ἑκάτερθεν ἐπ᾽ ἀλλήλοισι κάρηνα:
ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,
ἐκ δ᾽ ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,
125αὐτὸς δ᾽ ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,
αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,
χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.
τοὔνεκεν αὐτίκ᾽ ἔμελλε Διὸς γόνος ἀμφοτέροισι [p. 66]
νάματα μετρήσειν ῥοπάλῳ καὶ χερσὶ κραταιαῖς,
130ὕδατα δ᾽ ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι
εὐπλοκάμου λίμνης ἠδ᾽ εὐτροχάλου ποταμοῖο.
ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν
ἀμφιβόλων ὀρέων, λῦσεν δ᾽ ἄπο λάϊνα δεσμά,
καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῇσιν,
135ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,
ἴθυνεν δ᾽ ἐπὶ θῖνας: δ᾽ ἔβραχεν ἠπύτα πόντος
καὶ Συρίου κονάβησε μέλαν δέμας αἰγιαλοῖο.
οὐ τοίω γ᾽ ἑκάτερθε πολυσμαράγοιο θαλάσσης
ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρῳ:
140ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ
ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ,
συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν 7 ἄκραις:
τῇ δ᾽ αὖτ᾽ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο
ἀμφί ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.
145ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης
σμερδαλέον μύκημα: πελώρια δ᾽ ἴαχον ἀκταὶ
δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης:
γαῖα δ᾽ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,
κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.
150πάντῃ δ᾽ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,
πάντῃ δ᾽ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς
Μεμνόνιον περὶ νηόν, ὅθ᾽ Ἀσσύριοι ναετῆρες
Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,
ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα
155θαρσαλέος πόσις ὦκα δαμάσσατο 8 Δηϊδαμείης. [p. 68]
ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη
πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ:
νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.


ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,
160τοὺς καλέουσι Βίσωνας: ἐπεὶ πάτρης τελέθουσι
Βιστονίδος Θρῄκης: ἀτὰρ ἔλλαχον εἴδεα τοῖα:
φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν
αὐχέσι πιαλέοισι καὶ ἀμφ᾽ ἀταλοῖσι γενείοις:
οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι
165ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες:
ὀξεῖαι κεράων δὲ πυριγλώχινες 9 ἀκωκαὶ
χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν:
ἀλλ᾽, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι
νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί, 10
170ὕπτια δ᾽ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.
τοὔνεκεν, ὁππότε δή τιν᾽ ἐπιχρίμψωσι κιχόντες
βροτὸν τινα θῆρα, μετήορον ἀείρουσι.
γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,
οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου:
175γλώσσῃ δ᾽ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.
ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα [p. 70]
εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,
στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,
πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν:
180οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή:
τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι:
ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,
καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν:
οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,
185οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,
οὐδ᾽ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς. [p. 72]


τρηχὺς δ᾽ αὖτ᾽ ἐλάφοισιν ἔρως πολλή τ᾽ Ἀφροδίτη
καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,
οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς
190πᾶσίν τ᾽ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.
κεύθουσιν λαγόνεσσι δ᾽ ὑπ᾽ αὐτὴν ἔνδοθι νηδὺν
ἀμφιδύμους ὁλκούς: τοὺς εἴ κέ τις ἀμήσειεν,
αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δ᾽ ἀπέρευσε καρήνων
ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.
195οὐ μὲν ἄρ᾽ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ
τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται:
οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,
οὔτ᾽ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπ᾽ ἄνθεσι ποίης
θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,
200ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν:
φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν:
ἀλλ᾽ οὐδ᾽ ὣς παρέπεισε: φέρουσα πόσιν δ᾽ ἐπὶ νώτου
ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα:
αὐτὰρ γ᾽ ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν
205οὐ μεθίησι πόθον, γαμίους δ᾽ ἐτελέσσατο θεσμούς.
ἀλλ᾽ ὅτε δὴ μετόπισθε περιπλομένῃσι σελήναις [p. 74]
θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,
οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.


ἔξοχα δ᾽ ἐν θήρεσσιν ἐπ᾽ ἀγλαΐῃ κομόωσιν
210ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες:
γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,
βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,
ὄφρα κε μή τις ἕλῃσιν ἐπ᾽ αὔλακος ἀντιβολήσας:
κεύθονται δ᾽ αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,
215αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,
γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.


ἀμφίβιοι δ᾽ ἔλαφοι: καὶ γὰρ τραφερὴν πατέουσι
καὶ πόντον περόωσιν, 11 ὁμόστολον ἀλλήλοισι
ναυτιλίην πλώοντες, ὅτ᾽ ἐξανύουσι θάλασσαν:
220πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,
οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός: [p. 76]
τῷ δ᾽ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε
δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων:
ἄλλος δ᾽ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.
225ἀλλ᾽ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι, 12
στοῖχον μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,
παύσατο δ᾽ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο:
ἄλλος δ᾽ αὖτ᾽ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει:
πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,
230ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,
ὕψι δ᾽ ἀνίσχονται κεράων πολυήρατον εἶδος,
οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.


ἔχθος δ᾽ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι
πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δ᾽ ἐρεείνει
235οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα.
ἀλλ᾽ ὅτ᾽ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν
ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει
ἆσσον φωλειοῦ, ῥῖνας δ᾽ ἐπεθήκατο χειῇ,
πνοιῇσι λάβρῃσιν ἐφελκόμενος ποτὶ δῆριν
240ἑρπετὸν οὐλόμενον: τὸν δ᾽ οὐκ ἐθέλοντα μάχεσθαι
ἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς:
αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θ᾽ ὑψόσ᾽ ἀείρει
λευγαλέην δειρήν: λευκοὺς δ᾽ ὑπέσηρεν ὀδόντας,
ὀξέα πεφρίκοντας: ἐπικροτέει δὲ γένειον
245πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ.
αὐτίκα δ᾽ αὖτ᾽ ἔλαφος, καὶ μειδιόωντι ἐοικώς,
δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα,
καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴν
ἐμμενέως δάπτει: κατὰ δὲ χθονὶ πολλὰ κέχυνται
250λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι. [p. 78]
καί κε τάχ᾽ οἰκτείρειας ἀπηνέα περ μάλ᾽ ἐόντα
ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι.


ἱπποβότου Λιβύης δ᾽ ἐπὶ τέρμασι πουλὺς ἀλᾶται
ἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων:
255ἀλλ᾽ ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραις
οἶος ἔῃ, τῷδ᾽ αὐτίκ᾽ ἐπέσσυτο πάντοθεν ἐχθρὸς
ἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγες
ἰοτόκοι: ῥινῷ δὲ πικροὺς ἐνέρεισαν ὀδόντας,
ἅψεα πάντ᾽ ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες:
260οἱ μὲν γάρ τ᾽, ἐφύπερθεν ἐπιστρέψαντε 13 κάρηνον,
ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,
οἱ δ᾽ ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε
καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,
ἄλλοι δ᾽ αὖθ᾽ ἑκάτερθε περὶ πλευρῇσιν ἔχονται,
265μηροὺς δ᾽ αὖθ᾽ ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται,
ἄλλος δ᾽ ἄλλοθεν ἐχθρὰ πεπαρμένος ᾐώρηται.
αὐτὰρ παντοίῃσι περιπληθὴς ὀδύνῃσι
πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,
ἀλλ᾽ οὐ κάρτος ἔχει: τοῖός μιν ἀθέσφατος ὄχλος
270αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων.
δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπ᾽ ἀνάγκης,
δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα
βεβρυχὼς ὀδύνῃσιν: ἐπιστροφάδην δ᾽ ἑκάτερθεν
οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.
275κεῖνοι δ᾽ οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν,
ἄτροπον ἦτορ ἔχοντες ἀναιδείῃσι νόοιο:
καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεοσι
καὶ χηλῇσιν ὄλεσσε, ῥέει δ᾽ ἐπὶ γαῖαν ἀτέρμων [p. 80]
ἰχὼρ αἱματόεις ὀφίων ἄπο: γυῖα δὲ θηρῶν
280ἅψεά θ᾽ ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν:
ἄλλα δ᾽ ἐνὶ πλευρῇς θλίβει πάλιν ἡμιδάϊκτα:
καὶ φθίμενοι γὰρ ἔχουσιν ἔτι κρατεροῖσιν ὀδοῦσι,
ῥινῷ δ᾽ ἐμπεφυῶτα καρήατα μοῦνα μέμυκεν.
αὐτὰρ γινώσκων θεόθεν τόπερ ἔλλαχε δῶρον,
285πάντῃ μαστεύει δνοφερὸν ποταμοῖο ῥέεθρον:
κεῖθεν καρκινάδας δὲ φίλαις γενύεσσι δαμάσσας
φάρμακον αὐτοδίδακτον ἔχει πολυπήμονος ἄτης:
αἶψα δὲ πικράων μὲν ἐπὶ χθόνα λείψανα θηρῶν
ἐξέπεσεν ῥινοῖο παραὶ πόδας αὐτοκύλιστα,
290ὠτειλαὶ δ᾽ ἑκάτερθεν ἐπιμύουσιν ὀδόντων.


ζώει δ᾽ αὖτ᾽ ἔλαφος δηρὸν χρόνον: ἀτρεκέως δὲ
ἀνθρώπων γενεή μιν ἐφήμισε τετρακόρωνον.


ἄλλους δ᾽ αὖ καλέουσι βροτοὶ πάλιν εὐρυκέρωτας:
πάντ᾽ ἔλαφοι τελέθουσι, φύσιν κεράων δ᾽ ἐφύπερθεν,
295οἵην τοὔνομα θηρσὶ κατηγορέει, φορέουσι. [p. 82]


τοὺς δ᾽ ἄρα κικλήσκουσιν ἐνὶ ξυλόχοισιν ἰόρκους:
κἀκείνοις ἐλάφοιο δέμας, ῥινὸν δ᾽ ἐπὶ νώτῳ
στικτὸν ἅπαντα φέρουσι παναίολον, οἶά τε θηρῶν
πορδαλίων σφραγῖδες ἐπὶ χροῒ μαρμαίρουσι.


300Βούβαλος αὖτε πέλει μείων δέμας εὐρυκέρωτος,
μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγ᾽ ἀρείων:
ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι:
καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν
ἀκρέμονες προτενεῖς, ὑψοῦ δ᾽ αὖθις ποτὶ νῶτον
305ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς.
ἔξοχα δ᾽ αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει
ἠθαλέας τ᾽ εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον:
εἰ δέ τέ μιν στρεπτῇσι πεδήσαντες βροχίδεσσιν
ἀγρευτῆρες ἄγοιεν ἐπ᾽ ἄλλους αὐτίκα χώρους,
310τηλόθι δ᾽ ἐν βήσσῃσιν ἐλεύθερον αὖθι λίποιεν,
ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ᾗχι ναίεσκεν,
οὐδ᾽ ἔτλη ξεῖνός τις ἐπ᾽ ἀλλοδαποῖσιν ἀλᾶσθαι.
οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,
καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.


315ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα
μορφήν τ᾽ ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν. [p. 84]
πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,
δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,
ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,
320εὐνάς τ᾽ ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται.
μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς
καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες
κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,
πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,
325ἔμπαλι δ᾽ αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.


αἰγῶν δ᾽ αὖτε πέλει προβάτων τε πανάγρια φῦλα
οὐ πολλὸν τούτων 14 ὀΐων λασίων τε χιμαιρῶν
μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,
στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.
330κάρτος δ᾽ αὖτ᾽ ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις:
πολλάκι δ᾽ ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν
καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.
ἔστι δ᾽ ὅτ᾽ ἀλλήλοισιν ἐναντίον ἀΐξαντες
μάρνανται: κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει:
335οὐδέ τ᾽ ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,
νίκην δ᾽ ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη
ἠὲ νέκυν κεῖσθαι: τοῖον σφίσι νεῖκος ὄρωρεν.


Αἰγάγροις δέ τίς ἐστι δι᾽ αὐτῶν αὐλὸς ὀδόντων
λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα [p. 86]
340αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει:
εἰ δέ τις αἰγάγρου κηρόν κέρασιν περιχεύοι,
ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.


ἔξοχα δ᾽ αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας
οὓς παῖδας κομέει: γήρᾳ δ᾽ ἔνι μητέρα παῖδες.
345ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι
γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,
ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,
ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,
τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς:
350ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας
γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσῃ:
βρώμην μέν τ᾽ ὀρέγοὺσιν ἐΰδροσον ἀνθεμόεσσαν,
δρεψάμενοι στομάτεσσι: ποτὸν δ᾽ ἄρα χείλεσιν ἄκροις
ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ:
355γλώσσῃ δ᾽ ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν.
εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,
αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς:
τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,
λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι:
360φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας,
μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε.
τοῖα φάμεν δοκέοις: τοὺς δ᾽ ἑσταότας προπάροιθε
πρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσῃ,
αὐτὰρ ἔπειτ᾽ ἐνέπειν φαίης μεροπήϊον ἠχήν,
365ῥηξαμένους βληχήν, στομάτων τ᾽ ἄπο τοῖον ἀϋτεῖν,
φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους:
πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,
λύσεο μητέρα μοι φιλίην, τά δ᾽ ἄποινα δέδεξο, [p. 88]
ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῇ,
370ἡμέας αἰνομόρους: γνάμψον τεὸν ἄγριον ἦτορ
αἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας,
εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται.
τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν.
ἀλλ᾽ ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν,
375αἰδὼς πόσση, πόσσος πόθος ἐστὶ τοκήων,
αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι.


εἰσὶ δ᾽ ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης,
ἐν χθαμαλῇ γαίῃ Γορτυνίδι, τετρακέρωτες:
λάχνη πορφυρόεσσα δ᾽ ἐπὶ χροὸς ἐστεφάνωται
380πολλή τ᾽ οὐκ ἁπαλή τε: τάχ᾽ αἰγὸς ἂν 15 ἀντιφερίζοι
τρηχυτάτῃ χαίτῃ δυσπαίπαλος, οὐκ ὀΐεσσι.


τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι
χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,
οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,
385ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου.
ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει:
ὁππότε γὰρ ποτὶ βυσσὸν ἴῃ θοὰ κύματα τέμνων,
δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῇ ποντοπορεύων
ἰχθυόεις ἕπεται, κατὰ δ᾽ ἅψεα λιχμάζονται,
390τερπόμενοι κερόεντι φίλῳ, τερενόχροϊ σούβῳ.
ἔξοχα δ᾽ αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι [p. 90]
καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.
θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας
ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.
395οὐ γὰρ ἐπ᾽ ἀλλήλοισι μόνον φιλότητος ἐΐσης
θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδ᾽ ὅσον αὐτῶν
φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.
θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα
ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι
400καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,
οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε
ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θ᾽ ὑπεδέξατο θυμῷ:
ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις.
οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισι
405ἀτταγέων: ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοις [p. 92]
περδίκων: πῶς δ᾽ αὖτε θοοῖς χαίρουσιν ἐφ᾽ ἵπποις
ὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας:
ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται:
αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν.
410ὄβριμ᾽ Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή,
πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρεισς3
γαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται:
ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας:
ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε 16 μακρὸς Ὄλυμπος:
415δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθε
γαίης ὅσσα τ᾽ ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων,
οἳ Λήθης μέν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ
καὶ φύγον ἄλγεα πάντα, σὲ δ᾽ εἰσέτι πεφρίκασι.
σῷ δέ μένει καἰ τῆλε περᾷς, ὅσον οὔποτε λεύσσει
420ἠέλιος φαέθων: σῷ δ᾽ αὖ πυρὶ καὶ φάος εἴκει
δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.
τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,
πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,
τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς
425θῆρας ἀνεπτοίησας ἐπ᾽ ἀζεύκτοισι πόθοισι.
θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες [p. 94]
ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντες
δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες
ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν
430καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν:
ὁπότε προπάροιθεν ἴῃ καναχήποδος ἵππου
ὠτίς ὀλισθαίνουσα δι᾽ ἠέρος ἱμερόεσσα,
σαργοὶ δ᾽ αἰπολίοισιν ἐπέχραον: ἀμφὶ δέ σούβῳ
φῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,
435ἕσπονται δ᾽ ἅμα πάντες, ὅτ᾽ ἄγρια κύματα τέμνει,
στείνονταί θ᾽ ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος
ἀφριάᾳ λευκῇσι τινασσόμενος πτερύγεσσιν:
αὐτὰρ γ᾽ οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,
εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς
440δαινύμενος: τοὶ δ᾽ αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,
οὐδ᾽ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.
σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε
πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον
καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.


445ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,
ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα: [p. 96]
τοῦ δ᾽ ἤτοι χροιὴ μὲν ἅτ᾽ εἰαρινοῖο γάλακτος,
μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς:
διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ:
450ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν
αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,
καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο
πέτρου τ᾽ ὀκριόεντος ἀρειότεραι πεφύασιν:
ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.
455θυμὸς δ᾽ αὖτ᾽ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής:
οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,
οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,
οὐδέ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,
πορδαλίων δ᾽ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,
460οὐδ᾽ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,
οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείῃσι νόοιο:
πολλάκι δ᾽ ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ
θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.
ὁππότε δ᾽ ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,
465 σῦν χαυλιόδοντ᾽ καρχαρόδοντα λέοντα
κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκ᾽ ἄρ᾽ αἴῃ
νευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει
τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα
ἐσσύμενον μίμνει, τὸν δ᾽ ὤλεσε πρῶτος ἐναίρων.
470δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,
τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί:
αὐτὰρ γ᾽ οὐκ ἀλέγει, κατὰ δ᾽ ἄσχετον ἰθὺς ὀρούει,
ὀξέσι πεφρικώς συνερειδόμενος σκολόπεσσιν.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,
475Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,
αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῇς παλάμῃσιν,
εὖ διαβὰς μίμνῃ, τὸν δ᾽ ἄγρια θυμαίνοντα [p. 98]
δέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν:
ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,
480αὐτοφόνους σφετέρῃσιν ἀτασθαλίῃσι δαμέντας:
ῥεῖα γὰρ έν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί:
πολλόν δ᾽ αἷμα κελαινὸν ἀπ᾽ ὠτειλῶν ἑκάτερθεν
ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν:
οὐδὲ μὲν ἐκφυγέειν οὐδ᾽ ἱεμένοισι πάρεστιν:
485ἀλλήλους δ᾽ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.
καί κέ τις ἀγρονόμων βουκόλος τις ἀροτρεύς,
ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,
ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.


ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα
490ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων:
κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,
εἴκελα χαυλιόδουσιν ἐπ᾽ οὐρανὸν ἀντέλλοντα,
ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας
πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι
495εὔαδεν: ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.
σήματα δ᾽ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι:
θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν
ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν:
εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.
500κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι
ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν [p. 100]
ἐκ μεγάλου μεγάλαι, φηρῶν ἅτε: νέρθε δ᾽ ἔπειτα
κρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν
ἐς γένυν ὠθεῦνται: γενύων δ᾽ ἀπογυμνωθεῖσαι
505ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.
ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα:
πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,
οὐδέ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι:
τοὺς σοφίῃ τεῦξαι κεραοξόος ἤν ἐθέλῃσιν
510εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές: ἢν δὲ βιῶνται,
ἄγνυνται καυληδὸν ἀπειθέες: ἐκ δὲ κεράων
τόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα:
ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,
γνάμπτειν εὐρύνειν τ᾽ ἐλεφαντοτόμοις ὑποείκει.


515θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης
ἄλλος θὴρ φορέει: φαίης κεν ἰδών ἐλέφαντα
κορυφὴν ὄρεος παναπείριτον νέφος αἰνὸν
χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.
ἴφθιμον δὲ κάρηνον ἐπ᾽ οὔασι βαιοτέροισι,
520κοίλοισι, ξεστοῖς: ἀτὰρ ὀφθαλμοὶ τελέθουσι
μείονες κατ᾽ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.
τῶν δ᾽ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,
λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.
κείνη θηρὸς ἔφυ παλάμη: κείνῃ τὰ θέλουσι
525ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα:
ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.
ῥινὸς δ᾽ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,
ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλ᾽ οὐδὲ κραταιὸς [p. 102]
θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.
530θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην
ἄγριος: ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τ᾽ ἐνηής.
ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις
καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα
φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,
535ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν:
ὁππότε δ᾽ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι,
λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ:
ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ
καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.


540φήμη δ᾽ ὡς ἐλέφαντες ἐπ᾽ ἀλλήλοις λαλέουσι,
φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες:
ἀλλ᾽ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,
κεῖνοι 17 δ᾽ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.
θαῦμα δὲ καὶ τόδ᾽ ἄκουσα, κραταιοτάτους ἐλέφαντας
545μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ
γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.
οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι
κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,
ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν
550φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.


Ῥινοκέρως δ᾽ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος
οὐ πολλὸν μείζων, ὀλίγον δ᾽ ὑπὲρ ἄκρια ῥινὸς
ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ:
κείνῳ μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,
555οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην. [p. 104]
κεῖνος καὶ σθεναρῷ περ ἐφορμηθεὶς ἐλέφαντι
πολλάκις ἐν κονίῃσι νέκυν τοιοῦτον ἔθηκεν.
ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις
καὶ νώτῳ ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.
560πάντες δ᾽ ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται:
καὶ πόθεν, οὐκ ἐδάην, φράζω δ᾽ οὖν 18 ὡς δεδάηκα,
εἴτ᾽ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,
εἴτ᾽ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,
εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται
565νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.
ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης
βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,
ὄστρεά 19 τ᾽ 20 ἠπεδαναί τ᾽ ἀφύαι κόχλων τε γένεθλα
ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.


570Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν:
οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,
πάνθηρας χαροποὺς ἠδ᾽ αἰλούρους κακοεργούς, [p. 106]
τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς,
καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς:
575τοὶ δ᾽ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες
χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες:
δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι:
φωλειοῖσι δ᾽ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,
ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.
580αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,
ἄνθεά τ᾽ ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν,
νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης,
φάεά τ᾽ ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς,
καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο,
585αὖθις δὲ ζωοί τε πάλιν τ᾽ 21 ἐγένοντο μυωξοί.


λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου,
ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῇσιν ἐν ὥραις
οὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου:
οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον
590γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον:
τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτις [p. 108]
τερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι,
οὐδ᾽ ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει,
οὐδ᾽ ὁπόσα πτερύγεσσιν ἐπ᾽ ἠέρα πουλὺν ὁδεύει,
595οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπ᾽ ἄγρια κύματα τέμνει:
τοῖον ἐπ᾽ ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσει
χρυσῷ πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ.


οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνου
μείονος: ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν
600ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος:
οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,
τυτθῇσι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις:
οἱ δ᾽ ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδ᾽ ἑκάτερθεν
ὀξέα πεφρίκασιν ἀρειστέρῃσιν ἀκωκαῖς.


605λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων:
τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,
ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;
κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες
οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν, [p. 110]
610ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δ᾽ ἐχθαίρουσι χόλοισιν: 22
αὐταῖς δ᾽ ἀγκαλίδεσσιν ἑῶν τέθνηκε 23 τοκήων.


οὐ μὲν θὴν οὐδ᾽ ἀσπαλάκων αὐτόχθονα φῦλα
ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,
εἰ καὶ βάξις ἄπιστος ἐπ᾽ ἀνθρώπους ἐπέρησεν
615ἀσπάλακας βασιλῆος ἀφ᾽ αἵματος εὐχετάασθαι
Φινέος, ὅν ῥ᾽ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη:
Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,
μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,
καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δ᾽ ἔπεμψεν
620ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.
ἀλλ᾽ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον
Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες
παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,
οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,
625καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.
ἀλλ᾽ οὐδ᾽ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα
ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων:
τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς. [p. 112]

1 ei)] nu=n CFGI.

2 v.l. au)xe/na ko/yas.

3 a)/grion GI

4 i)/h| Turnebus: e)/h MSS.

5 *ai)gu/ptioi Brunck.

6 e)nhe/es e)cane/xontai Editor: nehni/ai ei)sane/xontai most MSS.: e)nhh=es ei)sane/xontai M: e)nhh=es a)ne/xontai K, Schn. Lehrs. Boudr.

7 u(datoph/gesin MSS.: corr. Guietus.

8 v.l. pare/drame.

9 v.l. periglw/xines.

10 ai)xmai/ Boudr.: ai)xmh/n MSS.

11 pate/ousi..pero/wsin IK: other MSS. pero/wsi..pate/ousi.

12 v.l e)/xh|si.

13 v.l. e)pitre/yante.

14 tou/twn, cf. Schol. tou/twn: h)/goun tw=n h(me/rwn: tiqasw=n Koechly.

15 a)/n ai)go\s MSS.: corr. Turnebus.

16 So C2K: most MSS. h)/luqes ei)s ai)qh=r', oi)=den de/ se.

17 kei/nhs Brodaeus.

18 ou)x most MSS.: corr. Brunck.

19 o)/streon BCDE: o)stre/wn FHM.

20 t' after o)/strea Schneider, om. MSS.

21 pa/lin t' Turnebus: pa/lin MSS.

22 lo/xoio A2 in ras. BGH: po/qoisi CDE.

23 te/qnhke Paus: e)/qane I: e)/kteine.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: