previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. Εἶπεν δὲ ἀρχιερεύς Εἰ ταῦτα οὕτως ἔχει; [2] δὲ ἔφη Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. “ θεὸς τῆς δόξηςὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν κατοικῆσαι αὐτὸν ἐν Χαρράν, [3]καὶ εἶπεν πρὸς αὐτόν Ἔξελθε ἐκ τῆς γῆς σου καὶ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω:” [4] τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, [5] καὶοὐκ ἔδωκεναὐτῷ κληρονομίαν ἐν αὐτῇοὐδὲ βῆμα ποδός,” καὶ ἐπηγγείλατοδοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν,” οὐκ ὄντος αὐτῷ τέκνου. [6] ἐλάλησεν δὲ οὕτως θεὸς ὅτιἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια: [7] καὶ τὸ ἔθνος ἂν δουλεύσουσιν κρινῶ ἐγώ,” θεὸς εἶπεν, “καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷτόπῳτούτῳ.” [8] καὶ ἔδωκεν αὐτῷδιαθήκην περιτομῆς:” καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶπεριέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ,” καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. [9] Καὶ οἱ πατριάρχαιζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον:” καὶἦν θεὸς μετ᾽ αὐτοῦ,” [10] καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶἔδωκεν αὐτῷ χάρινκαὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, “καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ[11]ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν ΑἴγυπτονκαὶΧαναὰνκαὶ θλίψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν: “ [12] ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτονἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον: [13] καὶ ἐν τῷ δευτέρῳἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ,” καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ. [14] ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειανἐν ψυχαῖς ἑβδομήκοντα πέντε, [15] κατέβηδὲ Ἰακὼβ[εἰς Αἴγυπτον]. καὶ ἐτελεύτησεν αὐτὸς καὶοἱ πατέρες ἡμῶν, [16]καὶ μετετέθησαν εἰς Συχὲμκαὶ ἐτέθησανἐν τῷ μνήματι ὠνήσατο Ἀβραὰμτιμῆς ἀργυρίουπαρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.” [17] Καθὼς δὲ ἤγγιζεν χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν θεὸς τῷ Ἀβραάμ, “ηὔξησεν λαὸςκαὶ ἐπληθύνθηἐν Ἀἰγύπτῳ, [18] ἄχρι οὗἀνέστη βασιλεὺς ἕτερος ἐπ᾽ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.” [19] οὗτοςκατασοφισάμενος τὸ γένοςἡμῶνἐκάκωσεντοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴζωογονεῖσθαι.” [20] ἐν καιρῷ ἐγεννήθη Μωυσῆς, καὶ ἦνἀστεῖοςτῷ θεῷ: ὃς ἀνετράφημῆνας τρεῖςἐν τῷ οἴκῳ τοῦ πατρός: [21] ἐκτεθέντος δὲ αὐτοῦἀνείλατοαὐτὸν θυγάτηρ Φαραὼκαὶ ἀνεθρέψατο αὐτὸνἑαυτῇ εἰς υἱόν.” [22] καὶ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. [23] Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαιτοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.” [24] καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳπατάξας τὸν Αἰγύπτιον.” [25] ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν. [26] τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών Ἄνδρες, ἀδελφοί ἐστε: ἵνα τί ἀδικεῖτε ἀλλήλους; [27] δὲ ἀδικῶν τὸν πλησίονἀπώσατο αὐτὸν εἰπώνΤίς σὲ κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμῶν; [28] μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; [29] ἔφυγεν δὲ Μωυσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ,” οὗ ἐγέννησεν υἱοὺς δύο. [30] Καὶ πληρωθέντων ἐτῶν τεσσεράκονταὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρουςΣινὰἄγγελος ἐν φλογὶ πυρὸς βάτου:” [31] δὲ Μωυσῆς ἰδὼν ἐθαύμασεν τὸ ὅραμα: προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου[32] Ἐγὼ θεὸς τῶν πατέρων σου, θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ” “καὶ Ἰακώβ.” ἔντρομος δὲ γενόμενος Μωυσῆς οὐκ ἐτόλμα κατανοῆσαι. [33]εἶπεν δὲ αὐτῷ κύριος Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, γὰρ τόπος ἐφ᾽ ἕστηκας γῆ ἁγία ἐστίν. [34] ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς: καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον.” [35] Τοῦτον τὸν Μωυσῆν, ὃν ἠρνήσαντο εἰπόντεςΤίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;” τοῦτον θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. [36] οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσαςτέρατα καὶ σημεῖα ἐν τῇ Αἰγύπτῳκαὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.” [37] οὗτός ἐστιν Μωυσῆς εἴπας τοῖς υἱοῖς ἸσραήλΠροφήτην ὑμῖν ἀναστήσει θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν [38] ὡς ἐμέ.” οὗτός ἐστιν γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινὰ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν, [39] οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶἐστράφησανἐν ταῖς καρδίαις αὐτῶνεἰς Αἴγυπτον, [40] εἰπόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν: γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.” [41] καὶἐμοσχοποίησανἐν ταῖς ἡμέραις ἐκείναις καὶἀνήγαγον θυσίαντῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. [42] ἔστρεψεν δὲ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειντῇ στρατιᾷ τοῦ οὐρανοῦ,” καθὼς γέγραπται ἐν Βίβλῳ τῶν προφητῶν ‘ “Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι
     “ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;” [43]
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ
καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥομφά,”
     “τοὺς τύπους οὓς ἐποιήσατεπροσκυνεῖν αὐτοῖς.
     “καὶ μετοικιῶ ὑμᾶς ἐπέκειναΒαβυλῶνος.
[44]

σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο λαλῶν τῷ Μωυσῇ ποιῆσαιαὐτὴνκατὰ τὸν τύπον ὃν ἑωράκει,” [45] ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦἐντῇκατασχέσειτῶν ἐθνῶν ὧν ἐξῶσεν θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυείδ: [46] ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατοεὑρεῖν σκήνωμα τῷ” “θεῷ Ἰακώβ. [47] Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.” [48] ἀλλ᾽ οὐχ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ: καθὼς προφήτης λέγει [49] οὐρανός μοι θρόνος,
     καὶ γῆ ὑποπόδιον τῶν ποδῶν μου:
ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος,
     τίς τόπος τῆς καταπαύσεώς μου; [50]
     οὐχὶ χείρ μου ἐποίησεν ταῦτα πάντα;
[51]Σκληροτράχηλοικαὶἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν,” ὑμεῖς ἀεὶτῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε,” ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. [52] τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε, [53] οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. [54] Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. [55] ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, [56] καὶ εἶπεν Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. [57] κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν, [58] καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. [59] καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου: [60] θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν: καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Rainbow Missions, Inc., Rainbow Missions, Inc.; revision of the American Standard Version of 1901)
load focus Latin (Saint Jerome, Bible Foundation and On-Line Book Initiative)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: