previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5.

τὰ δὲ ἴχνη τοῦ λαγῶ τοῦ μὲν χειμῶνος μακρά ἐστι διὰ τὸ μῆκος τῶν νυκτῶν: τοῦ δὲ θέρους βραχέα διὰ τὸ ἐναντίον. χειμῶνος μὲν οὖν πρῲ οὐκ ὄζει αὐτῶν, ὅταν πάχνη παγετός: μὲν γὰρ πάχνη τῇ αὑτῆς ἰσχύι ἀντισπάσασα τὸ θερμὸν ἔχει ἐν ἑαυτῇ, δὲ παγετὸς ἐπιπήξας. [2] καὶ αἱ κύνες μαλκίουσαι τὰς ῥῖνας οὐ δύνανται αἰσθάνεσθαι ὅταν τοιαῦτα, πρὶν ἂν ἥλιος διαλύσῃ αὐτὰ προϊοῦσα ἡμέρα: τότε δὲ καὶ αἱ κύνες ὀσφραίνονται καὶ αὐτὰ ἐπαναφερόμενα ὄζει. [3] ἀφανίζει δὲ καὶ πολλὴ δρόσος καταφέρουσα αὐτά, καὶ οἱ ὄμβροι οἱ γιγνόμενοι διὰ χρόνου ὀσμὰς ἄγοντες τὴν γῆν ποιοῦσι δύσοσμον, ἕως ἂν ψυχθῇ: χείρω δὲ καὶ τὰ νότια ποιεῖ: ὑγραίνοντα γὰρ διαχεῖ: τὰ δὲ βόρεια, ἐὰν ἄλυτα, συνίστησι καὶ σῴζει. [4] οἱ δὲ ὑετοὶ κατακλύζουσι καὶ αἱ ψακάδες, καὶ σελήνη ἀμαυροῖ τῷ θερμῷ, μάλιστα δὲ ὅταν πανσέληνος: καὶ μανότατα τότε: χαίροντες γὰρ τῷ φέγγει ἐπαναρριπτοῦντες μακρὰν διαίρουσιν ἀντιπαίζοντες: ταραχώδη δὲ ὅταν ἀλώπεκες προδιεξέλθωσι γίγνεται. [5] τὸ δὲ ἔαρ κεκραμένον τῇ ὥρᾳ καλῶς παρέχει τὰ ἴχνη λαμπρά, πλὴν εἴ τι γῆ ἐξανθοῦσα βλάπτει τὰς κύνας, εἰς τὸ αὐτὸ συμμιγνύουσα τῶν ἀνθῶν τὰς ὀσμάς. λεπτὰ δὲ καὶ ἀσαφῆ τοῦ θέρους: διάπυρος γὰρ οὖσα γῆ ἀφανίζει τὸ θερμὸν ἔχουσιν: ἔστι γὰρ λεπτόν: καὶ αἱ κύνες ἧττον ὀσφραίνονται τότε διὰ τὸ ἐκλελύσθαι τὰ σώματα. τοῦ δὲ μετοπώρου καθαρά: ὅσα γὰρ γῆ φέρει, τὰ μὲν ἥμερα συγκεκόμισται, τὰ δὲ ἄγρια γήρᾳ διαλέλυται: ὥστε οὐ παραλυποῦσι τῶν καρπῶν αἱ ὀσμαὶ εἰς ταὐτὰ φερόμεναι. [6] ἔστι δὲ τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ τοῦ μετοπώρου τὰ ἴχνη ὀρθὰ ἐπὶ πολύ, τοῦ δ᾽ ἦρος συμπεπλεγμένα: τὸ γὰρ θηρίον συνδυάζεται μὲν ἀεί, μάλιστα δὲ ταύτην τὴν ὥραν: ὥστε διὰ τοῦτο ἐξ ἀνάγκης μετ᾽ ἀλλήλων πλανώμενοι τοιαῦτα ποιοῦσιν. [7] ὄζει δὲ τῶν ἰχνῶν ἐπὶ πλείω χρόνον τῶν εὐναίων τῶν δρομαίων: τὰ μὲν γὰρ εὐναῖα ποιῶν λαγῶς πορεύεται ἐφιστάμενος, τὰ δὲ δρομαῖα ταχύ: γῆ οὖν τῶν μὲν πυκνοῦται, τῶν δὲ οὐ πίμπλαται. ἐν δὲ τοῖς ὑλώδεσι μᾶλλον ἐν τοῖς ψιλοῖς ὄζει: διατρέχων γὰρ καὶ ἀνακαθίζων ἅπτεται πολλῶν. [8]

κατακλίνονται δ᾽ εἰς γῆ φύει ἔχει ἐφ᾽ ἑαυτῆς ὑπὸ παντί, ἐπ᾽ αὐτῶν, ἐν αὐτοῖς, παρ᾽ αὐτά, ἄπωθεν πολύ, μικρόν, μεταξὺ τούτων: ὁτὲ δὲ καὶ ἐν τῇ θαλάττῃ διαρριπτῶν ἐπὶ τὸ δυνατὸν καὶ ἐν ὕδατι, ἐάν τι ὑπερέχον ἐμπεφυκὸς ἐν τούτῳ: [9] μὲν οὖν εὐναῖος ποιούμενος εὐνὴν ἐπὶ πολὺ ὅταν μὲν ψύχη, ἐν εὐδιεινοῖς, ὅταν δὲ καύματα, ἐν παλισκίοις, τὸ δὲ ἔαρ καὶ τὸ μετόπωρον ἐν προσηλίοις: οἱ δὲ δρομαῖοι οὐχ οὕτως διὰ τὸ ὑπὸ τῶν κυνῶν ἔκπληκτοι γίγνεσθαι. [10] κατακλίνεται δὲ ὑποθεὶς τὰ ὑποκώλια ὑπὸ τὰς λαγόνας, τὰ δὲ πρόσθεν σκέλη τὰ πλεῖστα συνθεὶς καὶ ἐκτείνας, ἐπ᾽ ἄκρους δὲ τοὺς πόδας τὴν γένυν καταθείς, τὰ δὲ ὦτα ἐπιπετάσας ἐπὶ τὰς ὠμοπλάτας: οὕτω δὲ ὑποστέγει τὰ ὑγρά: ἔχει δὲ καὶ τὴν τρίχα στεγανήν: πυκνὴ γὰρ καὶ μαλακή. [11] καὶ ὅταν μὲν ἐγρηγόρῃ, καταμύει τὰ βλέφαρα, ὅταν δὲ καθεύδῃ, τὰ μὲν βλέφαρα ἀναπέπταται ἀκίνητα, οἱ δὲ ὀφθαλμοὶ ἀτρέμας ἔχουσι: τοὺς δὲ μυκτῆρας, ὅταν μὲν εὕδῃ, κινεῖ πυκνά, ὅταν δὲ μή, ἧττον. [12] ὅταν δὲ γῆ βρύῃ, μᾶλλον τὰ ἔργα τὰ ὄρη ἔχουσιν. ὑπομένει δὲ πανταχοῦ ἰχνευόμενος, ἐὰν μήτι περίφοβος τῆς νυκτὸς γένηται: παθὼν δὲ τοῦτο ὑποκινεῖ. [13]

πολύγονον δ᾽ ἐστὶν οὕτως, ὥστε τὰ μὲν τέτοκε, τὰ δὲ τίκτει, τὰ δὲ κύει. τῶν δὲ μικρῶν λαγίων ὄζει μᾶλλον τῶν μεγάλων: ἔτι γὰρ ὑγρομελῆ ὄντα ἐπισύρεται ὅλα ἐπὶ τῆς γῆς. [14] τὰ μὲν οὖν λίαν νεογνὰ οἱ φιλοκυνηγέται ἀφιᾶσι τῇ θεῷ. οἱ δὲ ἤδη ἔτειοι τάχιστα θέουσι τὸν πρῶτον δρόμον, τοὺς δ᾽ ἄλλους οὐκέτι: εἰσὶ γὰρ ἐλαφροί, ἀδύνατοι δέ. [15]

λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη ὑπάγοντα τὰς κύνας ἐκ τῶν ἔργων ἄνωθεν: ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, ... τοὺς λειμῶνας, τὰς νάπας, τὰ ῥεῖθρα, τοὺς λίθους, τὰ ὑλώδη: καὶ ἐὰν ὑποκινῇ, μὴ ἀναβοᾶν, ἵνα μὴ αἱ κύνες ἔκφρονες γιγνόμεναι χαλεπῶς τὰ ἴχνη γνωρίζωσιν. [16] εὑρισκόμενοι δὲ ὑπ᾽ αὐτῶν καὶ διωκόμενοι ἔστιν ὅτε διαβαίνουσι τὰ ῥεύματα καὶ ὑποκάμπτουσι καὶ καταδύονται εἰς φάραγγας καὶ εἰς ἰλεούς: πεφόβηνται γὰρ οὐ μόνον τὰς κύνας ἀλλὰ καὶ τοὺς ἀετούς: ὑπερβάλλοντες γὰρ τὰ σιμὰ καὶ τὰ ψιλὰ ἀναρπάζονται, ἕως ἂν ὦσιν ἔτειοι: [17] τοὺς δὲ μείζους ἐπιτρέχουσαι αἱ κύνες ἀναιροῦνται. ποδωκέστατοι μὲν οὖν εἰσιν οἱ ὄρειοι, οἱ πεδινοὶ δὲ ἧττον, βραδύτατοι δὲ οἱ ἕλειοι: οἱ δ᾽ ἐπὶ πάντας τοὺς τόπους πλανῆται χαλεποὶ πρὸς τοὺς δρόμους: τὰ γὰρ σύντομα ἴσασι: θέουσι γὰρ μάλιστα μὲν τὰ ἀνάντη τὰ ὁμαλά, [18] τὰ δὲ ἀνώμαλα ἀνομοίως, τὰ δὲ κατάντη ἥκιστα. διωκόμενοι δέ εἰσι κατάδηλοι μάλιστα μὲν διὰ γῆς κεκινημένης, ἐὰν ἔχωσιν ἔνιον ἐρύθημα, καὶ διὰ καλάμης διὰ τὴν ἀνταύγειαν: κατάδηλοι δὲ καὶ ἐν τοῖς τριμμοῖς καὶ ἐν ταῖς ὁδοῖς, ἐὰν ὦσιν ἰσόπεδοι: τὸ γὰρ φανὸν τὸ ἐν αὐτοῖς ἐνὸν ἀντιλάμπει: ἄδηλοι δέ, ὅταν κατὰ τοὺς λίθους, τὰ ὄρη, τὰ φελλία, τὰ δασέα ἀποχωρῶσι, διὰ τὴν ὁμόχροιαν. [19] προλαμβάνοντες δὲ τὰς κύνας ἐφίστανται καὶ ἀνακαθίζοντες ἐπαίρουσιν αὑτοὺς καὶ ἐπακούουσιν, εἴ που πλησίον κλαγγὴ ψόφος τῶν κυνῶν: καὶ ὅθεν ἂν ἀκούσωσιν ἀποτρέπονται. [20] ὁτὲ δὲ καὶ οὐκ ἀκούσαντες, ἀλλὰ δόξαντες πεισθέντες ὑφ᾽ αὑτῶν, παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπαλλάττοντες ἅλματα, ἐμποιοῦντες ἴχνεσιν ἴχνη, ἀποχωροῦσι. [21] καί εἰσι μακροδρομώτατοι μὲν οἱ ἐκ τῶν ψιλῶν εὑρισκόμενοι διὰ τὸ καταφανές, βραχυδρομώτατοι δὲ οἱ ἐκ τῶν δασέων: ἐμποδὼν γὰρ τὸ σκοτεινόν. [22]

δύο δὲ τὰ γένη ἐστὶν αὐτῶν: οἱ μὲν γὰρ μεγάλοι τὸ χρῶμα ἐπίπερκνοι καὶ τὸ λευκὸν τὸ ἐν τῷ μετώπῳ μέγα ἔχουσιν, οἱ δ᾽ ἐλάττους ἐπίξανθοι, μικρὸν τὸ λευκὸν ἔχοντες. [23] τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον, οἱ δὲ παράσειρον, καὶ τὰ ὄμματα οἱ μὲν χαροποί, οἱ δ᾽ ὑπόγλαυκοι: καὶ τὰ μέλανα τὰ περὶ τὰ ὦτα ἄκρα οἱ μὲν ἐπὶ πολύ, οἱ δ᾽ ἐπὶ μικρόν. [24] ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους, αἵ τ᾽ ἔρημοι καὶ οἰκούμεναι: τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἐν ταῖς ἠπείροις: οὐ γάρ εἰσιν οὔτ᾽ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν, αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται, οὔτε ἀετοί: τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον τὰ μικρά: ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις. [25] κυνηγέται δὲ εἰς μὲν τὰς ἐρήμους ὀλιγάκις ἀφικνοῦνται, ἐν δὲ ταῖς οἰκουμέναις ὀλίγοι γίγνονται καὶ οὐ φιλόθηροι οἱ πολλοί: εἰς δὲ τὰς ἱερὰς τῶν νήσων οὐδὲ διαβιβάζειν οἷόν τε κύνας. ὅταν οὖν τῶν τε ὑπαρχόντων ὀλίγους ἐκθηρῶνται καὶ τῶν ἐπιγιγνομένων, ἀνάγκη ἀφθόνους εἶναι. [26]

βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά: τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς: ὄψις οὖν διὰ ταῦτα ἀμαυρά, ἐσκεδασμένη. [27] ἅμα δὲ τούτοις καὶ ἐν ὕπνῳ ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁρᾶν: καὶ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῷ πολὺ συμβάλλεται: ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι τι ἐστί. [28] καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται, ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων. [29] εἰ δ᾽ ἔφευγεν ὀρθόν, ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον: νῦν δὲ περιβάλλων καὶ ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται. κατὰ πόδας δὲ οὐ πολλάκις ὑπὸ τῶν κυνῶν διὰ τὸ τάχος κρατεῖται: ὅσοι δὲ ἁλίσκονται, παρὰ φύσιν τοῦ σώματος, τύχῃ δὲ χρώμενοι: οὐδὲν γὰρ τῶν ὄντων ἰσομέγεθες τούτῳ ὅμοιόν ἐστι πρὸς ἁρμόν. σύγκειται γὰρ ἐκ τοιούτων τὸ σῶμα. [30] ἔχει γὰρ κεφαλὴν κούφην, μικράν, κατωφερῆ, στενὴν ἐκ τοῦ πρόσθεν, ὦτα ὑψηλά, τράχηλον λεπτόν, περιφερῆ, οὐ σκληρόν, μῆκος ἱκανόν, ὠμοπλάτας ὀρθάς, ἀσυνδέτους ἄνωθεν, σκέλη τὰ ἐπ᾽ αὐτῶν ἐλαφρά, σύγκωλα, στῆθος οὐ βαρύτονον, πλευρὰς ἐλαφράς, συμμέτρους, ὀσφῦν περιφερῆ, κωλῆν σαρκώδη, λαγόνας ὑγράς, λαπαρὰς ἱκανῶς, ἰσχία στρογγύλα, πλήρη κύκλῳ, ἄνωθεν δὲ ὡς χρὴ διεστῶτα, μηροὺς μικρούς, εὐπαγεῖς, ἔξωθεν μῦς ἐπιτεταμένους, ἔνδοθεν δὲ οὐκ ὀγκώδεις, ὑποκώλια μακρά, στιφρά, πόδας τοὺς πρόσθεν ἄκρως ὑγρούς, στενούς, ὀρθούς, τοὺς δὲ ὄπισθεν στερεούς, πλατεῖς, πάντας δὲ οὐδενὸς τραχέος φροντίζοντας, σκέλη τὰ ὄπισθεν μείζω πολὺ τῶν ἔμπροσθεν καὶ ἐγκεκλιμένα μικρὸν ἔξω, τρίχωμα βραχύ, κοῦφον. [31] ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν: ὅταν ἀτρέμα διαπορεύηται, πηδᾷβαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδ᾽ ὄψεταιτιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω: καὶ θεῖ οὕτως. [32] δῆλον δὲ τοῦτο ἐν χιόνι. οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον: ἐπευθύνειν γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα: ἀλλὰ τῷ ὠτί ἑκατέρῳ τοῦτο ποιεῖ: καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν, καταβάλλων γὰρ καὶ παραβάλλων τὸ ἕτερον οὖς πλάγιον, ὁποτέρᾳ ἂν λυπῆται, ἀπερειδόμενος διὸ δὴ εἰς τοῦτο ὑποστρέφεται ταχύ, ἐν μικρῷ πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον. [33] οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα, ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον, εὑρισκόμενον, μεταθεόμενον, ἁλισκόμενον, ἐπιλάθοιτ᾽ ἂν εἴ του ἐρῴη. [34]

ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν: τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν, καὶ ἵνα μὴ τῷ νόμῳ ἐναντίοι ὦσιν οἱ ἰδόντες: καὶ ὅταν ἀναγρία ἐμπίπτῃ, ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. C. Marchant, G. W. Bowersock, tr. Constitution of the Athenians., 1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: