previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

κυνῶν δὲ κόσμος δέραια, ἱμάντες, στελμονίαι: ἔστω δὲ τὰ μὲν δέραια μαλακά, πλατέα, ἵνα μὴ θραύῃ τὰς τρίχας τῶν κυνῶν, οἱ δὲ ἱμάντες ἔχοντες ἀγκύλας τῇ χειρί, ἄλλο δὲ μηδέν: οὐ γὰρ καλῶς τηροῦσι τὰς κύνας οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια: αἱ δὲ στελμονίαι πλατεῖς τοὺς ἱμάντας, ἵνα μὴ τρίβωσι τὰς λαγόνας αὐτῶν: ἐγκατερραμμέναι δὲ ἐγκεντρίδες, ἵνα τὰ γένη φυλάττωσιν. [2] ἐξάγειν δ᾽ αὐτὰς οὐ χρὴ ἐπὶ τὰ κυνηγέσια, ὅταν μὴ τὰ προσφερόμενα δέχωνται ἡδέωςτεκμήριον δὲ τοῦτο ὅτι οὐκ ἔρρωνταιμηδὲ ὅταν ἄνεμος πνέῃ μέγας: διαρπάζει γὰρ τὰ ἴχνη καὶ οὐ δύνανται ὀσφραίνεσθαι οὐδὲ αἱ ἄρκυς ἑστάναι οὐδὲ τὰ δίκτυα. [3] ὅταν δὲ τούτων μηδέτερον κωλύῃ, ἄγειν διὰ τρίτης ἡμέρας. τὰς δὲ ἀλώπεκας μὴ ἐθίζειν τὰς κύνας διώκειν: διαφθορὰ γὰρ μεγίστη καὶ ἐν τῷ δέοντι οὔποτε πάρεισιν. [4] εἰς δὲ τὰ κυνηγέσια μεταβάλλοντα ἄγειν, ἵνα ὦσιν ἔμπειροι τῶν κυνηγεσίων, αὐτὸς δὲ τῆς χώρας. ἐξιέναι δὲ πρῴ, ἵνα τῆς ἰχνεύσεως μὴ ἀποστερῶνται, ὡς οἱ ὀψιζόμενοι ἀφαιροῦνται τὰς μὲν κύνας τοῦ εὑρεῖν τὸν λαγῶ, αὑτοὺς δὲ τῆς ὠφελείας: οὐ γὰρ ἐπιμένει τοῦ ἴχνους φύσις λεπτὴ οὖσα πᾶσαν ὥραν. [5]

τὴν δὲ στολὴν ἀρκυωρὸς ἐξίτω ἔχων ἐπὶ θήραν μὴ ἔχουσαν βάρος. τὰς δὲ ἄρκυς ἱστάτω εἰς ἄγκη, δρυμῶνας τραχείας, σιμάς, λαγαράς, σκοτεινάς, ῥοῦς, χαράδρας, χειμάρρους ἀενάους: [6] εἰς ταῦτα γὰρ μάλιστα φεύγει: εἰς ὅσα δὲ ἄλλα εἰς ἄπειρον εἰπεῖν: τούτων δὲ παρόδους, διόδους, καταφανεῖς, λεπτὰς καταλιπών, εἰς ὄρθρον καὶ μὴ πρῴ, ἵνα ἐὰν πλησίον τὸ ἀρκυστάσιον τῶν ζητησίμων, μὴ φοβῆται ἀκούων ὁμοῦ τὸν ψόφονἐὰν δὲ ἀπ᾽ ἀλλήλων πολύ, ἧττον κωλύει πρῴ), [7] καθαρὰς ποιούμενος τὰς ἀρκυστασίας, ἵνα δ᾽ αὐτῶν μηδὲν ἀντέχεται. πηγνύειν δὲ τὰς σχαλίδας ὑπτίας, ὅπως ἂν ἐπαγόμεναι ἔχωσι τὸ σύντονον: ἐπὶ δὲ ἄκρας ἴσους τοὺς βρόχους ἐπιβαλλέτω καὶ ὁμοίως ἀντερειδέτω, ἐπαίρων εἰς μέσον τὸν κεκρύφαλον. [8] εἰς δὲ τὸν περίδρομον ἐναπτέτω λίθον μακρὸν καὶ μέγαν, ἵνα ἄρκυς, ὅταν ἔχῃ τὸν λαγῶ, μὴ ἀντιτείνῃ. στοιχιζέτω δὲ μακρά, ὑψηλά, ὅπως ἂν μὴ ὑπερπηδᾷ. ἐν δὲ ταῖς ἰχνείαις μὴ ὑπερβάλλεσθαι: ἔστι γὰρ θηρατικὸν μὲν οὔ, φιλόπονον δὲ τὸ ἐκ παντὸς τρόπου ἑλεῖν ταχύ. [9] τὰ δὲ δίκτυα τεινέτω ἐν ἀπέδοις, ἐμβαλλέτω δὲ τὰ ἐνόδια εἰς τὰς ὁδούς, καὶ ἐκ τῶν τριμμῶν εἰς τὰ συμφέροντα, καθάπτων τοὺς περιδρόμους ἐπὶ τὴν γῆν, τὰ ἀκρωλένια συνάγων, πηγνύων τὰς σχαλίδας μεταξὺ τῶν σαρδόνων, ἐπὶ ἄκρας ἐπιβάλλων τοὺς ἐπιδρόμους καὶ τὰ παράδρομα συμφράττων. [10] φυλαττέτω δὲ ἐκπεριών: ἐὰν δὲ ἐκκλίνῃ τὸν στοῖχον ἄρκυς, ἀνιστάτω. διωκομένου δὲ τοῦ λαγῶ εἰς τὰς ἄρκυς εἰς τὸ πρόσθεν προθείτω, καὶ ἐπιθέων μὲν ἐμβοάτω: ἐμπεπτωκότος δὲ τὴν ὀργὴν τῶν κυνῶν παυέτω, μὴ ἁπτόμενος ἀλλὰ παραμυθούμενος: καὶ δηλούτω τῷ κυνηγέτῃ, ὅτι ἑάλωκεν ἀναβοήσας ὅτι παραδεδράμηκε παρὰ τάδε τάδε ὅτι οὐχ ἑώρακε. [11]

τὸν δὲ κυνηγέτην ἐξιέναι ἔχοντα ἠμελημένην ἐλαφρὰν ἐσθῆτα ἐπὶ τὸ κυνηγέσιον καὶ ὑπόδεσιν, ἐν δὲ τῇ χειρὶ ῥόπαλον, τὸν δὲ ἀρκυωρὸν ἕπεσθαι: πρὸς δὲ τὸ κυνηγέσιον σιγῇ προσιέναι, ἵνα μὴ λαγῶς, ἐάν που πλησίον, ὑποκινῇ ἀκούων τῆς φωνῆς. [12] δήσαντα δ᾽ ἐκ τῆς ὕλης τὰς κύνας ἑκάστην χωρίς, ὅπως ἂν εὔλυτοι ὦσιν, ἱστάναι τὰς ἄρκυς καὶ τὰ δίκτυα, ὡς εἴρηται. μετὰ δὲ τοῦτο τὸν μὲν ἀρκυωρὸν εἶναι ἐν φυλακῇ: αὐτὸν δὲ τὰς κύνας λαβόντα ἰέναι πρὸς τὴν ὑπαγωγὴν τοῦ κυνηγεσίου, [13] καὶ εὐξάμενον τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι τῇ Ἀγροτέρᾳ μεταδοῦναι τῆς θήρας λῦσαι μίαν κύνα, ἥτις ἂν σοφωτάτη ἰχνεύειν, ἐὰν μὲν χειμών, ἅμ᾽ ἡλίῳ ἀνίσχοντι, ἐὰν δὲ θέρος, πρὸ ἡμέρας, τὰς δὲ ἄλλας ὥρας μεταξὺ τούτου. [14] ἐπειδὰν δὲ κύων λάβῃ τὸ ἴχνος ὀρθὸν ἐκ τῶν ἐπηλλαγμένων, παραλῦσαι καὶ ἑτέραν: περαινομένου δὲ τοῦ ἴχνους διαλιπόντα μὴ πολὺ καὶ τὰς ἄλλας ἀφιέναι κατὰ μίαν, καὶ ἕπεσθαι μὴ ἐγκείμενον, ὀνομαστὶ ἑκάστην προσαγορεύοντα, μὴ πολλά, ἵνα μὴ παροξύνωνται πρὸ τοῦ καιροῦ. [15] αἱ δ᾽ ὑπὸ χαρᾶς καὶ μένους προΐασιν ἐξίλλουσαι τὰ ἴχνη, ὡς πέφυκε, διπλᾶ, τριπλᾶ, προφορούμεναι παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπηλλαγμένα, περιφερῆ, ὀρθά, καμπύλα, πυκνά, μανά, γνώριμα, ἄγνωστα, ἑαυτὰς παραθέουσαι, ταχὺ τὰς οὐρὰς διασείουσαι, καὶ ἐπικλίνουσαι τὰ ὦτα καὶ ἀστράπτουσαι τοῖς ὄμμασιν. [16] ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι, δῆλον ποιήσουσι τῷ κυνηγέτῃ σὺν ταῖς οὐραῖς τὰ σώματα ὅλα συνεπικραδαίνουσαι, πολεμικῶς ἐπιφερόμεναι, φιλονίκως παραθέουσαι, συντρέχουσαι φιλοπόνως, συνιστάμεναι ταχύ, διιστάμεναι, πάλιν ἐπιφερόμεναι: τελευτῶσαι δὲ ἀφίξονται πρὸς τὴν εὐνὴν τοῦ λαγῶ, καὶ ἐπιδραμοῦνται ἐπ᾽ αὐτόν. [17] δ᾽ ἐξαίφνης ἀνᾴξας ἐφ᾽ αὑτὸν ὑλαγμὸν ποιήσει τῶν κυνῶν καὶ κλαγγὴν φεύγων. ἐμβοάτω δὲ αὐτῷ διωκομένῳ Ἰὼ κύνες, ἰώ, καλῶς, σοφῶς γε κύνες. καὶ κυνοδρομεῖν περιελίξαντα ἀμπέχεται περὶ τὴν χεῖρα καὶ τὸ ῥόπαλον ἀναλαβόντα κατὰ τὸν λαγῶ, καὶ μὴ ὑπαντᾶν: [18] ἄπορον γάρ. δὲ ὑποχωρῶν ταχὺ ἐκλείπων τὴν ὄψιν πάλιν περιβάλλει ὅθεν εὑρίσκεται ἐπὶ τὸ πολύ. ἀναβοᾶν δ᾽ ἐκεῖνον μὲν αὐτῷ Παισάτω παῖς: παῖ δή, παῖ δή. δέ, ἐάν τε ἑαλωκὼς ἐάν τε μή, δηλούτω. [19] καὶ ἐὰν μὲν ἑαλωκὼς ἐν τῷ πρώτῳ δρόμῳ, ἀνακαλεσάμενον τὰς κύνας ζητεῖν ἄλλον: ἐὰν δὲ μή, κυνοδρομεῖν ὡς τάχιστα καὶ μὴ ἀνιέναι, ἀλλ᾽ ἐκπερᾶν φιλοπόνως. καὶ ἐὰν πάλιν ἀπαντῶσι διώκουσαι αὐτόν, ἀναβοᾶν Εὖ γε, εὖ γε κύνες, ἕπεσθε κύνες: ἐὰν δὲ πολὺ προειληφυῖαι ὦσι καὶ μὴ οἷός τ᾽ κυνοδρομῶν ἐπιγίγνεσθαι αὐταῖς, ἀλλὰ διημαρτηκὼς τῶν δρόμων, καὶ πλησίον που φοιτώσας ἐπιστάσας ἐχομένας τῶν ἰχνῶν μὴ δύνηται ἰδεῖν, πυνθάνεσθαι παραθέοντα ἅμα ὅτῳ ἂν προσπελάζῃ ἀναβοῶντα κατεῖδες ὠὴ τὰς κύνας; [20] ἐπειδὰν δὲ πύθηται ἤδη, ἐὰν μὲν ἐν τῷ ἴχνει ὦσι, προσστάντα ἐγκελεύειν, τοὔνομα μεταβάλλοντα ἑκάστης τῆς κυνός, ὁποσαχῇ οἷόν τ᾽ ἂν τοὺς τόνους τῆς φωνῆς ποιούμενον, ὀξύ, βαρύ, μικρόν, μέγα: πρὸς δὲ τοῖς ἄλλοις κελεύσμασιν, ἐὰν ὦσιν ἐν ὄρει αἱ μεταδρομαί, ἐπικελεύειν τόδε, Εὖα κύνες, εὖ᾽ κύνες. ἐὰν δὲ μὴ πρὸς αὐτοῖς ὦσι τοῖς ἴχνεσιν, ἀλλ᾽ ὑπερβάλλωσι, καλεῖν αὐτάς, οὐ πάλιν, οὐ πάλιν κύνες; [21] ἐπειδὰν δὲ προσσχῶσι τοῖς ἴχνεσι, περιάγειν αὐτὰς κύκλους πολλοὺς ποιούμενον: ὅπου δ᾽ ἂν αὐταῖς ἀμαυρὸν τὸ ἴχνος, σημεῖον θέσθαι στοῖχον ἑαυτῷ, καὶ ἀπὸ τούτου συνείρειν μέχρι ἂν σαφῶς γνωρίσωσιν ἐγκελεύοντα καὶ θωπεύοντα. [22] αἱ δ᾽ ἐπειδὰν λαμπρὰ τὰ ἴχνη ἐπιρριπτοῦσαι, παραπηδῶσαι, κοινωνοῦσαι, ὑπολαμβάνουσαι, ἐνσημαινόμεναι, ὅρους τιθέμεναι ἑαυταῖς γνωρίμους ταχὺ μεταθεύσονται: ὅταν δὲ οὕτω διὰ τοῦ ἴχνους πυκνῶς διᾴττωσι, μὴ κατέχοντα κυνοδρομεῖν, ἵνα μὴ ὑπὸ φιλοτιμίας ὑπερβάλλωσι τὰ ἴχνη. [23] ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι καὶ τοῦτο ἐπιδεικνύωνται σαφῶς τῷ κυνηγέτῃ, προσέχειν, ὅπως ἂν μὴ ὑποκινῇ εἰς τὸ πρόσθεν πεφοβημένος τὰς κύνας: αἱ δὲ διαρριπτοῦσαι τὰς οὐρὰς καὶ ἑαυταῖς ἐμπίπτουσαι καὶ πολλὰ ὑπερπηδῶσαι καὶ ἐπανακλαγγάνουσαι, ἐπαναίρουσαι τὰς κεφαλάς, εἰσβλέπουσαι εἰς τὸν κυνηγέτην, ἐπιγνωρίζουσαι ἀληθῆ ἤδη εἶναι ταῦτα, ὑφ᾽ αὑτῶν ἀναστήσουσι τὸν λαγῶ καὶ ἐπίασι κεκλαγγυῖαι. [24] ἐὰν δὲ εἰς τὰς ἄρκυς ἐμπίπτῃ ἐντὸς ἔξω παρενεχθῇ, καθ᾽ ἓν ἕκαστον τούτων ἀρκυωρὸς γεγωνείτω. καὶ ἐὰν μὲν ἑαλωκώς, ἕτερον ἐπιζητεῖν: ἐὰν δὲ μή, μεταθεῖν χρώμενον τοῖς αὐτοῖς ἐγκελεύσμασιν. [25] ἐπειδὰν δὲ μεταθέουσαι αἱ κύνες ἤδη ὑπόκοποι ὦσι καὶ ὀψὲ ἤδη τῆς ἡμέρας, τότε δεῖ τὸν κυνηγέτην τὸν λαγῶ ἀπειρηκότα ζητεῖν, μὴ παραλείποντα μηδὲν ὧν γῆ ἀνίησιν ἔχει ἐφ᾽ αὑτῆς, τὰς ἀναστροφὰς ποιούμενον πυκνάς, ὅπως ἂν μὴ παραλειφθῇκατακλίνεται γὰρ ἐν μικρῷ τὸ θηρίον καὶ οὐκ ἀνίσταται ὑπὸ κόπου καὶ φόβου), τὰς κύνας ἐπαγόμενον, ἐγκελεύοντα, παραμυθούμενον τὴν φιλάνθρωπον πολλά, τὴν αὐθάδη ὀλίγα, τὴν μέσην μέτρια, ἕως ἂν ἀποκτείνῃ αὐτὸν κατὰ πόδας εἰς τὰς ἄρκυς ἐμβάλῃ. [26] μετὰ δὲ ταῦτα ἀνελόντα τὰς ἄρκυς καὶ τὰ δίκτυα, ἀνατρίψαντα τὰς κύνας ἀπιέναι ἐκ τοῦ κυνηγεσίου, ἐπιμείναντα, ἐὰν θερινὴ μεσημβρία, ὅπως ἂν τῶν κυνῶν οἱ πόδες μὴ καίωνται ἐν τῇ πορείᾳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. C. Marchant, G. W. Bowersock, tr. Constitution of the Athenians., 1925)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: