previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

σκυλακεύειν δὲ αὐτὰς ἐπανιέντα τῶν πόνων τοῦ χειμῶνος, ἵνα ἔχουσαι τὴν ἡσυχίαν πρὸς τὸ ἔαρ ἐπάγωνται τὴν φύσιν γενναίαν: γὰρ ὥρα πρὸς τὰς αὐξήσεις τῶν κυνῶν κρατίστη αὕτη: εἰσὶ δὲ τέτταρες καὶ δέκα ἡμέραι ἐν αἷς ἀνάγκη αὕτη ἔχει. [2] ἄγειν δὲ καταπαυομένας, ἵνα θᾶττον ἐγκύμονες γίγνωνται, πρὸς κύνας ἀγαθούς: ἐπειδὰν δὲ ὦσιν ἐπίφοροι, μὴ ἐξάγειν ἐπὶ κυνηγέσιον ἐνδελεχῶς, ἀλλὰ διαλείπειν, ἵνα μὴ φιλοπονίᾳ διαφθείρωσι. κύουσι δ᾽ ἑξήκονθ᾽ ἡμέρας. [3] ἐπειδὰν δὲ γένηται τὰ σκυλάκια, ὑπὸ τῇ τεκούσῃ ἐᾶν καὶ μὴ ὑποβάλλειν ὑφ᾽ ἑτέραν κύνα: αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι οὐκ εἰσὶν αὔξιμοι: τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα καὶ φίλαι αἱ περιβολαί. [4] ἐπειδὰν δὲ πλανᾶται τὰ σκυλάκια ἤδη, διδόναι γάλα μέχρι ἐνιαυτοῦ καὶ οἷς μέλλει τὸν ἅπαντα χρόνον βιώσεσθαι, ἄλλο δὲ μηδέν: αἱ γὰρ βαρεῖαι πλησμοναὶ τῶν σκυλακίων διαστρέφουσι τὰ σκέλη, τοῖς σώμασι νόσους ἐμποιοῦσι, καὶ τὰ ἐντὸς ἄδικα γίγνεται. [5]

τὰ δ᾽ ὀνόματα αὐταῖς τίθεσθαι βραχέα, ἵνα εὐανάκλητα . εἶναι δὲ χρὴ τοιάδε: ψυχή, Θυμός, Πόρπαξ, Στύραξ, Λογχή, Λόχος, Φρουρά, Φύλαξ, Τάξις, Ξίφων, Φόναξ, Φλέγων, Ἀλκή, Τεύχων, Ὑλεύς, Μήδας, Πόρθων, Σπέρχων, Ὀργή, Βρέμων, Ὕβρις, Θάλλων, Ῥώμη, Ἀνθεύς, Ἥβα, Γηθεύς, Χαρά, Λεύσων, Αὐγώ, Πολεύς, Βία, Στίχων, Σπουδή, Βρύας, Οἰνάς, Στέρρος, Κραύγη, Καίνων, Τύρβας, Σθένων, Αἰθήρ, Ἀκτίς, Αἰχμή, Νόης, Γνώμη, Στίβων, Ὁρμή. [6] ἄγειν δὲ τὰς σκύλακας ἐπὶ τὸ κυνηγέσιον, τὰς μὲν θηλείας ὀκταμήνους, τοὺς δὲ ἄρρενας δεκαμήνους: πρὸς δὲ τὰ ἴχνη τὰ εὐναῖα μὴ λύειν, ἀλλ᾽ ἔχοντα ὑφημμένας μακροῖς ἱμᾶσιν ἀκολουθεῖν ταῖς κυσὶν ἰχνευούσαις, ἐῶντα αὐτὰς διαθεῖν τὰ ἴχνη. [7] καὶ ἐπειδὰν λαγῶς εὑρίσκηται, ἐὰν μὲν καλαὶ ὦσι πρὸς τὸν δρόμον τὰ εἴδη, μὴ ἀνιέναι εὐθύς: ἐπειδὰν δὲ προλάβῃ λαγῶς τῷ δρόμῳ, ὥστε μὴ ἐφορᾶν ἔτι αὐτόν, τὰς σκύλακας ἱέναι. [8] ἐὰν γὰρ ὁμόθεν καλὰς τὰ εἴδη οὔσας καὶ εὐψύχους πρὸς τὸν δρόμον ἐπιλύῃ, ὁρῶσαι τὸν λαγῶ ἐντεινόμεναι ῥήγνυνται, οὔπω ἔχουσαι συνεστῶτα τὰ σώματα: διαφυλάττειν οὖν δεῖ τοῦτο τὸν κυνηγέτην. [9] ἐὰν δὲ αἰσχίους ὦσι καὶ ἄψυχοι πρὸς τὸν δρόμον, οὐδὲν κωλύει ἱέναι: εὐθὺς γὰρ δὴ ἀνέλπιστοι οὖσαι τοῦ ἑλεῖν οὐ πείσονται τοῦτο. τὰ δὲ δρομαῖα, ἕως ἂν ἕλωσι τῷ ἴχνει, μεταθεῖν ἐᾶν: ἁλισκομένου δὲ τοῦ λαγῶ διδόναι αὐταῖς ἀναρρηγνύναι. [10] ἐπειδὰν δὲ μηκέτι θέλωσι προσμένειν τοῖς ἴχνεσιν, ἀλλ᾽ ἀποσκεδαννύωνται, ἀναλαμβάνειν, ἕως ἂν ἐθισθῶσιν εὑρίσκειν προσθέουσαι τὸν λαγῶ, ἐπεὶ μὴ ἐν κόσμῳ ἀεὶ τοῦτον ζητοῦσαι τελευτῶσαι γίγνονται ἔκκυνοι, πονηρὸν μάθημα. [11] πρὸς δὲ ταῖς ἄρκυσι διδόναι τὰ σιτία αὐταῖς, ἕως ἂν νέαι ὦσιν, ὅταν ἀναιρῶνται, ἵν᾽ ἐὰν πλανηθῶσιν ἐν τῷ κυνηγεσίῳ δι᾽ ἀπειρίαν, πρὸς τοῦτο ἐπανιοῦσαι σῴζωνται. ἀφεθήσονται δὲ τούτου, ὅταν ἤδη τῷ θηρίῳ ἔχωσι πολεμίως, ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἐκείνου φροντίζειν. [12] χρὴ δὲ καὶ ὡς τὰ πολλὰ δεομέναις διδόναι τὰ ἐπιτήδεια ταῖς κυσὶν αὐτόν: ὅταν μὲν γὰρ μὴ ἐνδεεῖς ὦσι, τούτου τὸν αἴτιον οὐκ ἴσασιν, ὅταν δὲ ἐπιθυμοῦσαι λάβωσι, τὸν διδόντα στέργουσιν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. C. Marchant, G. W. Bowersock, tr. Constitution of the Athenians., 1925)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: